Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[135]
Μενέλαος δὲ τὸ παράπαν οὐχ ἧκεν εἰς
Πελοπόννησον, ἀλλ᾽ ἐν Αἰγύπτῳ κατέμεινεν. καὶ σημεῖά γε ἔστιν
ἄλλα τε τῆς ἀφίξεως καὶ νομὸς ἀπ᾽ αὐτοῦ καλούμενος, οὐκ ἂν εἰ
[p. 150]
πεπλανημένος καὶ πρὸς ὀλίγον ἀφίκετο. γήμας δὲ τὴν τοῦ βασιλέως
θυγατέρα καὶ διηγήσατο τοῖς ἱερεῦσι τὰ τῆς στρατείας οὐθὲν
ἀποκρυπτόμενος. οἱ δέ φασιν ὅτι καὶ τὴν Ἑλένην ἐκεῖθεν ἔλαβεν,
λόγον ἁπάντων ἀπιστότατον: τέως δὲ ἐλάνθανεν εἴδωλον ἐκ τῆς
Τροίας ἔχων: ὅ τε πόλεμος συνεστήκει περὶ εἰδώλου τὰ δέκα ἔτη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.