previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[22] τούτοις δὲ ἐπέθηκε τὸν κολοφῶνα σχεδόν: ἵνα γὰρ μὴ ἀπορῶμεν ὅπως ξυνίει τῶν θεῶν, οὕτως διαλέγεται ἡμῖν σχεδὸν ὡς ἔμπειρος τῆς τῶν θεῶν γλώττης, καὶ ὅτι οὐχ αὐτή ἐστι τῇ ἡμετέρᾳ οὐδὲ τὰ αὐτὰ ὀνόματα ἐφ᾽ ἑκάστῳ λέγουσιν ἅπερ καὶ ἡμεῖς. ἐνδείκνυται δὲ ταῦτα ἐπὶ ὀρνέου τινός, φησι τοὺς μὲν θεοὺς χαλκίδα καλεῖν, τοὺς δὲ ἀνθρώπους κύμινδιν, καὶ ἐπὶ τόπου τινὸς πρὸ τῆς πόλεως, ὃν τοὺς μὲν ἀνθρώπους Βατίειαν ὀνο- [p. 121] μάζειν, τοὺς δὲ θεοὺς Σῆμα 1 Μυρίνης. περὶ δὲ τοῦ ποταμοῦ φράσας ἡμῖν ὅτι οὐ Σκάμανδρος ἀλλὰ Ξάνθος λέγοιτο παρὰ τοῖς θεοῖς, αὐτὸς οὕτως ἤδη ἐν τοῖς ἔπεσιν ὀνομάζει, ὡς οὐ μόνον ἐξὸν αὐτῷ τὰς ἄλλας γλώττας μιγνύειν τὰς τῶν Ἑλλήνων, καὶ ποτὲ μὲν αἰολίζειν, ποτὲ δὲ δωρίζειν, ποτὲ δὲ ἰάζειν, ἀλλὰ καὶ διαστὶ διαλέγεσθαι. ταῦτα δέ μοι εἴρηται, ὥσπερ δὴ ἔφην, οὐ κατηγορίας ἕνεκεν, ἀλλ᾽ ὅτι ἀνδρειότατος ἀνθρώπων ἦν πρὸς τὸ ψεῦδος Ὅμηρος καὶ οὐθὲν ἧττον ἐθάρρει καὶ ἐσεμνύνετο ἐπὶ τῷ ψεύδεσθαι 2 τῷ τἀληθῆ λέγειν. οὕτω μὲν γὰρ σκοποῦσι πάνυ σμικρὰ καὶ ὀλίγου ἄξια φαίνεται, ἐγώ φημι αὐτὸν ἐψεῦσθαι. τῷ γὰρ ὄντι ἀνθρώπινα ψεύσματα καὶ λίαν πιθανὰ πρὸς θείαν καὶ ἀμήχανον φύσιν. 3 πέρας δὴ ἐπιτέθεικεν: ὥσπερ γὰρ τοῖς βαρβάροις διαλέγονται οἱ δίγλωττοι καλούμενοι καὶ ἑρμηνεύοντες αὐτοῖς τὰ παρ᾽ ἡμῶν, οὕτως Ὅμηρος ἡμῖν διαλέγεται, τὰ παρὰ τῶν θεῶν ἑρμηνεύων, ὥσπερ ἐπιστάμενος τὴν θείαν διάλεκτον: πρῶτον μὲν ὅτι οὐχ αὐτή ἐστι τῇ ἡμετέρᾳ οὐδὲ τὰ αὐτὰ παρά τε ἡμῖν καὶ παρ᾽ ἐκείνοις ὀνόματα, ἔπειτα ἐξηγούμενος περί τινων, ὅπως οἱ θεοὶ νομίζουσιν, οἷον ὅτι τὴν χαλκίδα κύμινδιν οἱ θεοὶ καλοῦσι: τόπον δέ τινα πρὸ τῆς πόλεως, Βατίειαν ὀνομαζόμενον σῆμα Μυρίνης. 4 τὸ δὲ μῶλυ εἰπὼν ὅπως οἱ θεοὶ λέγουσιν, οὐκέτι προστίθησι τὸ παρὰ τοῖς ἀνθρώποις ὄνομα: καὶ τὸν ποταμὸν εἰπὼν ὅτι οὐ Σκάμανδρος ἀλλὰ Ξάνθος ὀνομάζοιτο παρ᾽ αὐτοῖς, οὕτως ἤδη ἐν τοῖς ἔπεσι χρῆται, ὡς ἐξὸν αὐτῷ, μὴ μόνον τὰς τῶν Ἑλλήνων φωνὰς μιγνύειν, μηδὲ τοῖς σφόδρα ἀρχαίοις μόνον, ἀλλὰ καὶ τοῖς δαιμονίοις χρῆσθαι ὀνόμασι, καὶ ποτὲ μὲν αἰολίζοντα ποτὲ δὲ δωρίζοντα, πάλιν δὲ ἰάζοντα διαλέγεσθαι, καθάπερ οἶμαι θετταλίζοντα κρητίζοντα, οἱονεὶ τὴν ἀγορὰν ἐκάλει λιμένα, Θετταλῶν ἀκούσας. 5 ταῦτα δέ μοι εἴρηται, ὥσπερ ἤδη ἔφην, οὐ κατηγορίας ἕνεκεν, ἀλλ᾽ ὅτι ἀνδρειότατος ἦν ἀνθρώπων πρὸς τό ψεῦδος Ὅμηρος καὶ οὐχ ἧττον ἐθάρρει καὶ ἐσεμνύνετο ἐπὶ τῷ ψεύδεσθαι τῷ τἀληθῆ λέγειν. οὕτω γὰρ σκοποῦσιν οὐδὲν ἔτι φαίνεται παράδοξον οὐδὲ ἄπιστον τῶν ὑπ᾽ ἐμοῦ δεικνυμένων, ἀλλὰ σμικρὰ καὶ ἀνθρώπεια ψεύσματα πρὸς θεῖα καὶ μεγάλα. [p. 122] 6 ἐπιχειρήσας γὰρ τὸν πόλεμον εἰπεῖν τὸν γενόμενον τοῖς Ἀχαιοῖς πρὸς τοὺς Τρῶας, οὐκ εὐθὺς ἤρξατο ἀπὸ τῆς ἀρχῆς, ἀλλ᾽ ὅθεν ἔτυχεν: ποιοῦσι πάντες οἱ ψευδόμενοι σχεδόν, ἐμπλέκοντες καὶ περιπλέκοντες καὶ οὐθὲν βουλόμενοι λέγειν ἐφεξῆς: ἧττον γὰρ κατάδηλοί εἰσιν: εἰ δὲ μή, ὑπ᾽ αὐτοῦ τοῦ πράγματος ἐξελέγχονται.

1

2

3

4

5

6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: