Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά,
αἴθ᾽ ὄφελες ἄγονός τ᾽ ἔμεναι ἄγαμός τ᾽ ἀπολέσθαι.
οὐ γάρ τοι χραίσμῃ κίθαρις τά τε δῶρ᾽ Ἀφροδίτης
ἥ τε κόμη τό τε εἶδος, ὅτ᾽ ἐν κονίῃσι μιγείης:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[55]
εἰ δὲ ὁ Ἀλέξανδρος ἐνεθυμήθη,
πῶς ὅ τε πατὴρ ἐπέτρεψεν οὐκ ὢν ἀνόητος, ἀλλὰ καὶ
σφόδρα δοκῶν νοῦν ἔχειν, ἥ τε μήτηρ; πῶς δὲ εἰκὸς τὸν Ἕκτορα
ὕστερον μὲν ὀνειδίζειν καὶ λοιδορεῖσθαι αὐτῷ περὶ τῆς ἁρπαγῆς,
ὥς φησιν Ὅμηρος: λέγει γὰρ οὕτως:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.