Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[74]
καὶ γὰρ ἦν δεινόν, εἰ Νέστωρμὲν μήτε πρότερον μήτε ὕστερον ἐλθὼν ἀπ᾽ Ἰλίου παρεχώρησε
τοῖς υἱοῖς τῆς βασιλείας καὶ τῆς ἀρχῆς διὰ γῆρας, Τυνδάρεως δὲ
Μενελάῳ ἐξέστη. φαίνεται γὰρ καὶ ταῦτα πολλὴν ἀπορίαν ἔχοντα.
ἐπεὶ δ᾽ οὖν ἦλθον οἱ Ἀχαιοί, τὸ μὲν πρῶτον εἴργοντο τῆς
γῆς, καὶ Πρωτεσίλαός τε ἀποθνῄσκει βιαζόμενος ἀποβῆναι καὶ
πολλοὶ τῶν ἄλλων, ὥστε διέπλευσαν εἰς τὴν Χερρόνησον, ὑποσπόνδους
τοὺς νεκροὺς ἀνελόμενοι, κἀκεῖ θάπτουσι τὸν Πρωτεσίλαον.
ἔπειτα περιπλέοντες ἀπέβαινον εἰς τὴν χώραν καὶ τῶν
πολισμάτων τινὰ ἐπόρθουν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.