Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
ψευδομένους οἴδαμεν πολλὰ καὶ ἀνόμοια λέγοντας: τοῖς δὲ ἀληθεύουσιν
οὐχ οἷόν τε ἕτερα εἰπεῖν τῶν ἀληθῶν. ἐγὼ δὲ εἰ μὲν
ἑώρων ἄλλην ὑπόθεσιν σπουδαιοτέραν ἢ σοὶ μᾶλλον προσήκουσαν,
ἐκείνην ἂν ἐπεχείρουν ποιήσασθαι. νῦν δὲ οὔτε ἰατρὸν ἄλλους
τινὰς ἀκούειν ἢ λέγειν λόγους φαίην ἂν ὀρθῶς ἢ τοὺς περὶ ὑγιείασσώματος καὶ νόσου: οὗτοι γὰρ ὑγιεινοὶ καλοῦνται ἰατροῖς: οὔτε
κυβερνήτην ἢ τοὺς περὶ ὡρῶν καὶ ἀνέμων καὶ ἄστρων: οὗτοι γὰρ
κυβερνητικοὶ δικαίως λέγονται:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.