Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ἅπασι γάρ ἐστι
περὶ πολλοῦ τὰ τῆς ἀρετῆς σύμβολα, καὶ οὐδεὶς αἱρεῖται τῶν πολλῶν,
ὅ,τι ἂν οἴηται καλὸν εἶναι, μόνον αὑτῷ πεπρᾶχθαι, μηδένα δὲ εἰδέναι.
πρὸς τοῦ Διός, ἆρα ἀγνοεῖτε τοῦτο τὸ ἔργον οὐκ ἐκείνους μόνον
ἀτίμους ποιοῦν, ἀλλὰ καὶ τὴν πόλιν ἔρημον τῶν εὐνοησόντων
καὶ προθυμησομένων ὑπὲρ αὐτῆς; μηδὲ γὰρ ἐκεῖνο εἰσέλθῃ μηδένα
ὑμῶν ὅτι εἴπερ ἄρα μίαν τιμὴν καταλύσετε τὴν τῶν εἰκόνων, αἱ
λοιπαὶ δέ εἰσιν ἀναφαίρετοι. πρῶτον μὲν γὰρ οἱ τὴν μεγίστην
ἀναιροῦντες καὶ ἧς μάλιστα ἕκαστος ἐπιθυμεῖ τυγχάνειν ὁμολογοῦσι
δήπουθεν ἐκ τοῦ πλείονος μέρους τὴν πόλιν βλάπτειν, εἴ γέ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.