Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[32]
καίτοι
μὰ τὸν Δία καὶ τοὺς θεοὺς οὐδ᾽ εἰ τὴν ἀνωτάτην χάριν ὑμῖν ἕξειν
ἔμελλον οἱ δοκοῦντες νῦν τῶν εἰκόνων τυγχάνειν καὶ σφόδρα ἐπαινέσειντὸν δῆμον, οὐδ᾽ οὕτως ἐχρῆν αὐτὸ γίγνεσθαι. τὸ γὰρ μόνον
ζητεῖν ἐξ ὧν ἄν τις ἀρέσαι τινὰ ποιήσας καὶ προσαγάγοιτο,
εἰ δ᾽ ἄλλον ὃν οὐ προσῆκεν ἀδικήσει τοῦτο ποιῶν ἢ καθόλου τι
μὴ δέον πράξει μὴ σκοπεῖν, οὔτε μὰ τοὺς θεοὺς ἐλευθέρων ἐστὶν
ἀνθρώπων οὔτε μετρίων τὸ ἦθος. οὐδεὶς γὰρ οὐδὲ τῶν πάνυ πονηρῶνπροαιρεῖταί τι φαῦλον, ὃ μὴ συμφέρειν ἑαυτῷ νομίζει πρὸς
τὸ παρόν, ἀλλ᾽ ἔστιν αὐτὸ τοῦτο ἡ μοχθηρία τὸ κέρδους ἕνεκα καὶ
χρείας μηδενὸς αἰσχροῦ μηδὲ ἀδίκου πράγματος ἐπιστρέφεσθαι
μηδὲ φροντίζειν ποῖον τὸ γιγνόμενον, ἀλλὰ μόνον εἰ λυσιτελές.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.