Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[45]
ἔχοντας οὐδὲ ἑτέροις διδόντες; καὶ μὴν εἴ γε ἐν οἷς ἡ πόλις δοκεῖ
τινος δεῖσθαι, τὴν δαπάνην μόνον ὀψόμεθα καὶ τὸ πῶς ἂν εὐχερέστατα
γένοιτο, μηθὲν ἄλλο ἐξετάζοντες, τί κωλύει μὴ μόνον ταύτην
ὑπάρχειν ἐν ἑτοίμῳ τὴν δωρεάν, ἀλλὰ κἂν ἄλλο τι θέλητε
χαρίσασθαί τινι, γῆν, ἀργύριον, οἰκίαν, τοὺς ἔχοντας ἀφαιρουμένους;ἢ τί δεῖ πόρους ζητεῖν καὶ τὰ κοινὰ ἀναλίσκειν, ὅταν ᾖ
καιρὸς ἢ τεῖχος ἐπισκευάζειν ἢ ναῦς, ἀλλὰ μὴ τὰ τοῦ δεῖνος λαβεῖν
ἢ τὰ τῶν πολιτῶν τινος ἢ τῶν ἐνοικούντων παρ᾽ ὑμῖν; ἀλλὰ
νὴ Δία βοήσονται καὶ δεινὰ φήσουσι πάσχειν. οὐκοῦν ἐξέσται
δήπουθεν μὴ προσέχειν αὐτοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.