Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
ἔχοντος τοῦτο ποιεῖν; καὶ μὴν καὶ γράμματά ἐστιν ἐν κοινῷ
περὶ τούτων, ὑπὲρ ὧν ἔφην. τὰ γὰρ ψηφίσματα γέγραπται δήπουθεν
τὰ τῶν τιμῶν καὶ δημοσίᾳ μένει τὸν ἅπαντα χρόνον. τὸ μὲν
γὰρ ἀποδοῦναι χάριν οὕτως ἀκριβῶς γίγνεται παρ᾽ ὑμῖν, τὸ δ᾽
ἀφελέσθαι τοὺς εἰληφότας πάνυ ῥᾳδίως. εἶτα τὸ μὲν οὐχ οἷόν τε
[p. 235]
γενέσθαι δίχα ψηφίσματος, ἁπάντων ὑμῶν πεισθέντων, τὸ δὲ ἔθει
τινὶ συμβαίνει, κἂν ἑνὶ δόξῃ μόνον; πλὴν ὅ γε ἔφην ὅτι δημοσίᾳ
ταῦτα ἀναγέγραπται, καὶ οὐ μόνον ἐν τοῖς ψηφίσμασιν, ἀλλὰ καὶ
ἐπ᾽ αὐτῶν τῶν εἰκόνων, τό τε ὄνομα τοῦ τιμηθέντος καὶ τὸ δεδωκέναι
τὸν δῆμον, καὶ τούτων πάλιν ἐν τῷ δημοσίῳ κειμένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.