previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[64] πλεῖστα δὲ ἐν αὐτοῖς εἶναι τούς τε ὄρνιθας καὶ τὰ πρόβατα. τοὺς μὲν γὰρ λέοντας καὶ τὰ τοιαῦτα διὰ τὴν ἀλκὴν καὶ τὴν ἀγριότητα δυσπιστότερα εἶναι, καὶ τὰ μὲν οὐδ᾽ ὅλως πελάζειν, τὰ δ᾽ εὐθὺς ἀποχωρεῖν, οὐχ ἡδόμενα τῷ μέλει. τὰ δὲ πτηνὰ καὶ τὰ πρόβατα [p. 286] μᾶλλόν τε προσιέναι καὶ μηκέτ᾽ ἀπαλλάττεσθαι: τὰ μὲν οἶμαι διὰ τὸ εὔηθες καὶ τὴν φιλανθρωπίαν, τῶν δὲ ὀρνίθων μουσικὸν δήπου τὸ γένος αὐτὸ καὶ φιλῳδόν. ζῶντος μὲν οὖν Ὀρφέως συνέπεσθαι αὐτῷ πανταχόθεν ἀκούοντα αὐτοῦ ὁμοῦ καὶ νεμόμενα: καὶ γὰρ ἐκεῖνον ἔν τε τοῖς ὄρεσι καὶ περὶ τὰς νάπας τὰ πολλὰ διατρίβειν:ἀποθανόντος δὲ ἐρημωθέντα ὀδύρεσθαι καὶ χαλεπῶς φέρειν: ὥστε τὴν μητέρα αὐτοῦ Καλλιόπην διὰ τὴν πρὸς τὸν υἱὸν εὔνοιαν καὶ φιλίαν αἰτησαμένην παρὰ Διὸς τὰ σώματα αὐτῶν μεταβαλεῖν εἰς ἀνθρώπων τύπον, τὰς μέντοι ψυχὰς διαμένειν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: