previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] ἀλλ᾽ ἐγὼ δέδοικα μὴ οὐδὲν τοῖς ἀνοήτοις ὄφελος τοῦ κομᾶν, ὥσπερ οὐκ ἔστιν, οὐδ᾽ ἂν τὴν καρδίαν αὐτὴν γένωνται δασεῖς, καθάπερ Ἀριστομένη τὸν Μεσσήνιόν φασιν, ὃς πλεῖστα Λακεδαιμονίοις πράγματα παρέσχε, καὶ [p. 332] πολλάκις ἁλοὺς ἀπέδρα παρ᾽ αὐτῶν, τοῦτον, ἐπεὶ δή ποτε ἀπέθανεν, οὕτως ἔχοντα εὑρεθῆναι. φημὶ τοίνυν οὐδὲν ὄφελος εἶναι τοῖς γυμνῆσι τούτοις, οὐδ᾽ ἂν πελτασταὶ γένωνται, πρός γε τὸ δίκαιον καὶ σωφροσύνην ἀληθῆ καὶ φρόνησιν, οὐδ᾽ ἂν ἔτι μᾶλλον ἀποδύσωνται καὶ γυμνοὶ περιτρέχωσι τοῦ χειμῶνος τὴν Μήδωνκαὶ Ἀράβων στολὴν λάβωσιν, ὥσπερ οὐδὲ αὐλεῖν ἱκανοὶ ἔσονται τὰ τῶν αὐλητῶν ἐνδεδυκότες. οὐδὲ γὰρ τοὺς ὄνους ἵππους γενέσθαι δυνατόν, οὐδ᾽ ἂν ἔτι πλέον τὰς ῥῖνας ἀνατμηθῶσιν, οὐδ᾽ ἂν τὰς γνάθους τρήσαντες αὐτῶν ψάλιον ἐμβάλωσιν, οὐδὲ ἂν ἀφέλῃ τις τὰ σάγματα: ἀλλὰ ὀγκήσονται πρὸ τῶν τειχῶν πάνυ μέγα καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: