Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
καλοῦσι δὲ οἱ
πολλοὶ ταύτην μὲν παιδείαν, καθάπερ οἶμαι παιδιάν, καὶ νομίζουσι
τὸν πλεῖστα γράμματα εἰδότα, Περσικά τε καὶ Ἑλληνικὰ καὶ τὰ
Σύρων καὶ τὰ Φοινίκων, καὶ πλείστοις ἐντυγχάνοντα βιβλίοις, τοῦτον
σοφώτατον καὶ μάλιστα πεπαιδευμένον: πάλιν δὲ ὅταν ἐντύχωσι
τῶν τοιούτων τισὶ μοχθηροῖς καὶ δειλοῖς καὶ φιλαργύροις,
ὀλίγου ἄξιόν φασι τὸ πρᾶγμα καὶ τὸν ἄνθρωπον: τὴν δὲ ἑτέραν
ἐνίοτε μὲν παιδείαν, ἐνίοτε δὲ ἀνδρείαν καὶ μεγαλοφροσύνην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.