Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[91]
εἶεν:
ὁ μὲν δὴ φιλοχρήματος δαίμων χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ
βοσκημάτων καὶ συνοικιῶν καὶ πάσης κτήσεως ἐραστής. ἆρα οὐκ
ἂν σκυθρωπός τε καὶ συννεφὴς ἰδεῖν ἐν σχήματι ταπεινῷ καὶ
ἀγεννεῖ πλάττοιτο ὑπὸ δημιουργοῦ μὴ φαύλου τὴν τέχνην; αὐχμηρὸς
καὶ ῥυπῶν, οὔτε παῖδας ἢ γονέας οὔτε πατρίδα φιλῶν, ἢ συγγένειαν
ἄλλο τι νομίζων ἢ τὰ χρήματα, τοὺς δὲ θεοὺς πλέον οὐδὲν εἶναι
λογιζόμενος, ὅ τι μὴ πολλοὺς αὐτῷ μηδὲ μεγάλους θησαυροὺς παραδεικνύουσιν
ἢ θανάτους οἰκείων τινῶν καὶ συγγενῶν, ὅπως ἔχοικληρονομεῖν, τὰς δὲ ἑορτὰς ζημίαν ἄλλως ἡγούμενος καὶ ματαίαν
δαπάνην, ἀγέλαστος καὶ ἀμειδίατος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.