previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] τοὺς ἐχθροὺς ἐπὶ ταῖς συμφοραῖς: ἔτι δὲ πρὸς μὲν τοὺς πολεμίους ἅπασι τείχη καὶ φρούρια κατεσκευασμένα καὶ τούτων ἐνίοτε πολλῶν ἐτῶν μηδεμίαν χρείαν γενομένην: πρὸς δὲ τοὺς συμπολιτευομένους καὶ τῶν αὐτῶν κοινωνοῦντας: ἱερῶν καὶ θυσιῶν καὶ γάμων καὶ φυλέτας ὄντας ἀλλήλων καὶ δημότας καὶ συγγενεῖς τὰ δικαστήρια καὶ τοὺς νόμους καὶ τὰ ἀρχεῖα. καὶ ταῦτα οὐδέποτε ἠρεμεῖ. μεσταὶ γοῦν αἱ πόλεις αἰεὶ κατηγορούντων, ἀπολογουμένων, δικαζόντων, δικαζομένων, καὶ οὐδὲ ἐν ταῖς ἱερομηνίαις ταῖς σπονδαῖς ἀλλήλων ἀπέχεσθαι δύνανται. τίθενται γοῦν ἑτέρους νόμους ὑπὲρ τῶν ἀδικημάτων τῶν ἐν ταῖς ἑορταῖς καὶ τούτους ἱεροὺς καλοῦσιν, ὥσπερ τὸ ὄνομα ὠφελοῦν. γὰρ τῆς κακίας πόλεμος διηνεκὴς ἅπασι πρὸς ἅπαντας, ἄσπονδος ὢν καὶ ἀκήρυκτος: μάλιστα δὲ οὗτος συνέστηκε τοῖς ἐγγὺς πρὸς ἀλλήλους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: