Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[141]
ὄψεσθε δὲ αὐτό, ἐμοὶ δοκεῖν, ἀκριβέστερον, ἐὰν σκοπῆτε: παρ᾽ οἷς
γὰρ καὶ τὰ τῶν μοιχειῶν μεγαλοπρεπέστερόν πως παραπέμπεται,
πολλῆς καὶ σφόδρα φιλανθρώπου τῆς εὐγνωμοσύνης τυγχάνοντα,
τὰ μὲν πολλὰ ὑπὸ χρηστότητος οὐκ αἰσθανομένων τῶν ἀνδρῶν, τὰ
δέ τινα οὐχ ὁμολογούντων εἰδέναι, ξένους δὲ καὶ φίλους καὶ ξυγγενεῖστοὺς μοιχοὺς καλουμένους ἀνεχομένων, καὶ αὐτῶν ἐνίοτε φιλοφρονουμένων
καὶ παρακαλούντων ἐν ταῖς ἑορταῖς καὶ θυσίαις
ἐπὶ τὰς ἑστιάσεις, ὡς ἂν οἶμαι τοὺς οἰκειοτάτους,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.