Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[72]
ἐνταῦθα μέντοι ἐγέλασαν ἀμφότεροι, οὐ μόνον ὁ τῆς κόρης
πατήρ, ἀλλὰ καὶ ὁ ἐκείνου. ὁ δὲ ᾐσχύνθη καὶ ἐσιώπησε. λέγει
οὖν ὁ τῆς κόρης πατήρ, Ἐγὼ μέν, ἔφη, ὦ παῖ, οὐδὲν ὑπερβάλλομαι.
ὁ δὲ πατήρ σου περιμένει, ἔστ᾽ ἂν ἱερεῖον πρίηται πορευθείς. δεῖ
γὰρ θῦσαι τοῖς θεοῖς. εἶπεν οὖν ὁ νεώτερος ἀδελφὸς τῆς κόρης,
Ἀλλὰ ἱερεῖόν γε πάλαι οὗτος παρεσκεύακε, καὶ ἔστιν ἔνδον τρεφόμενον
ὄπισθεν τῆς σκηνῆς γενναῖον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.