previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δὲ κατεσκευάσατο καὶ τὸ βουλευτικὸν τῶν γερόντων συνέδριον ἐκ τῶν ἑκατὸν ἀνδρῶν, ὁρῶν ὅπερ εἰκὸς ὅτι καὶ νεότητος αὐτῷ δεήσει τινὸς συντεταγμένης, χρήσεται φυλακῆς ἕνεκα τοῦ σώματος καὶ πρὸς τὰ κατεπείγοντα τῶν ἔργων ὑπηρεσίᾳ, τριακοσίους ἄνδρας ἐκ τῶν ἐπιφανεστάτων οἴκων τοὺς ἐρρωμενεστάτους τοῖς σώμασιν ἐπιλεξάμενος, οὓς ἀπέδειξαν αἱ φρᾶτραι τὸν αὐτὸν τρόπον, ὅνπερ τοὺς βουλευτὰς ἑκάστη φράτρα δέκα νέους, τούτους τοὺς ἄνδρας ἀεὶ περὶ αὑτὸν εἶχεν: [2] ὄνομα δὲ κοινὸν ἅπαντες οὗτοι ἔσχον κελέριοι, ὡς μὲν οἱ πλείους γράφουσιν [p. 172] ἐπὶ τῆς ὀξύτητος τῶν ὑπηρεσιῶν, ῾τοὺς γὰρ ἑτοίμους καὶ ταχεῖς περὶ τὰ ἔργα κέλερας οἱ Ῥωμαῖοι καλοῦσιν᾽ ὡς δὲ Οὐαλέριος Ἀντιεύς φησιν ἐπὶ τοῦ [3] ἡγεμόνος αὐτῶν τοῦτ᾽ ἔχοντος τοὔνομα. ἦν γὰρ καὶ τούτων ἡγεμὼν διαφανέστατος, τρεῖς ὑπετάγησαν ἑκατόνταρχοι καὶ αὖθις ὑπ᾽ ἐκείνοις ἕτεροι τὰς ὑποδεεστέρας ἔχοντες ἀρχάς, οἳ κατὰ πόλιν μὲν αἰχμοφόροι τε αὐτῷ παρηκολούθουν καὶ τῶν κελευομένων ὑπηρέται, κατὰ δὲ τὰς στρατείας πρόμαχοί τε ἦσαν καὶ παρασπισταί: καὶ τὰ πολλὰ οὗτοι κατώρθουν ἐν τοῖς ἀγῶσι πρῶτοί τε ἄρχοντες μάχης καὶ τελευταῖοι τῶν ἄλλων ἀφιστάμενοι, ἱππεῖς μὲν ἔνθα ἐπιτήδειον εἴη πεδίον ἐνιππομαχῆσαι, πεζοὶ δὲ ὅπου τραχὺς εἴη καὶ ἄνιππος τόπος. [4] τοῦτό μοι δοκεῖ παρὰ Λακεδαιμονίων μετενέγκασθαι τὸ ἔθος μαθὼν ὅτι καὶ παρ᾽ ἐκείνοις οἱ γενναιότατοι τῶν νέων τριακόσιοι φύλακες ἦσαν τῶν βασιλέων, οἷς ἐχρῶντο κατὰ τοὺς πολέμους παρασπισταῖς, ἱππεῦσί τε οὖσι καὶ πεζοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: