previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τὰς προφάσεις ταύτας παρεσκευάζοντο [p. 274] ἀμφότεροι τὰ πρὸς τὸν πόλεμον, οὐ μόνον τὰς οἰκείας καθοπλίζοντες δυνάμεις, ἀλλὰ καὶ τὰς παρὰ τῶν ὑπηκόων ἐπικαλούμενοι: ὡς δὲ πάντα ἦν αὐτοῖς εὐτρεπῆ συνῄεσαν ὁμόσε καὶ καταστρατοπεδεύονται τετταράκοντα τῆς Ῥώμης σταδίους ἀποσχόντες: οἱ μὲν Ἀλβανοὶ περὶ τὰς καλουμένας Κλοιλίας τάφρους ῾φυλάττουσι γὰρ ἔτι τὴν τοῦ κατασκευάσαντος αὐτὰς ἐπίκλησιν᾽ Ῥωμαῖοι δὲ ὀλίγον ἐνδοτέρω τὸν ἐπιτηδειότατον εἰς στρατοπεδείαν τόπον ἐκλεξάμενοι. [2] ἐπεὶ δὲ συνεῖδον ἀλλήλων ἀμφότεροι τὰς δυνάμεις οὔτε πλήθει λειπομένας οὔτε ὁπλισμοῖς εὐτελεῖς οὔτε ταῖς ἄλλαις παρασκευαῖς οὔσας εὐκαταφρονήτους, τῆς μὲν ταχείας ἐπὶ τὸν ἀγῶνα ὁρμῆς, ἣν κατ᾽ ἀρχὰς εἶχον ὡς αὐτῇ ἐφόδῳ τρεψόμενοι τοὺς πολεμίους, ἀπέστησαν: φυλακῆς δὲ μᾶλλον προεπιχειρήσεως πρόνοιαν ἐλάμβανον ὑψηλοτέρους ἐγείροντες τοὺς χάρακας, εἰσῄει τε αὐτῶν τοῖς χαριεστάτοις λογισμὸς ὡς οὐ τὰ κράτιστα βουλευομένοις, καὶ κατάμεμψις τῶν ἐν τέλει. [3] ἑλκομένου δὲ τοῦ χρόνου διὰ κενῆς ῾οὐδὲν γὰρ τι καὶ λόγου ἄξιον εἴτε καταδρομαῖς ψιλῶν συμπλοκαῖς ἱππέων ἔβλαπτον ἀλλήλουσ᾽ τοῦ πολέμου δόξας αἴτιος γενονέναι Κλοίλιος ἀχθόμενος ἐπὶ τῇ ἀπράκτῳ καθέδρᾳ γνώμην ἔσχεν ἐξάγειν τὴν στρατιὰν καὶ προκαλεῖσθαι τοὺς πολεμίους εἰς μάχην, ἐὰν [p. 275] δὲ μὴ ὑπακούσωσι προσβάλλειν αὐτῶν πρὸς τὰ ἐρύματα. [4] παρασκευασάμενος δὲ τὰ πρὸς τὸν ἀγῶνα καί, εἰ δεήσει τειχομαχίας, ὅσα τῷ τοιούτῳ πρόσφορα ἔργῳ μηχανησάμενος, ἐπεὶ νὺξ ἐγένετο καθεύδων ἐν τῇ στρατηγικῇ σκηνῇ παρούσης αὐτῷ τῆς εἰωθυίας φυλακῆς περὶ τὸν ὄρθρον εὑρίσκεται νεκρός, οὔτε σφαγῆς οὔτε ἀγχόνης οὔτε φαρμάκων οὔτε ἄλλης βιαίου συμφορᾶς σημεῖον ἐπὶ τοῦ σώματος οὐδὲν ἔχων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: