previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἕτερος μὲν οὖν ἀποχρῆν ἂν ὑπέλαβε καὶ αὐτὰ τὰ νῦν πραττόμενα ἐν τῇ πόλει μηνύματα οὐ μικρὰ τῶν παλαιῶν ἐπιτηδευμάτων ὑπολαβεῖν: ἐγὼ δ᾽, ἵνα μή τις ἀσθενῆ τὴν πίστιν εἶναι ταύτην ὑπολάβῃ εἴτε κατ᾽ ἐκείνην τὴν ἀπίθανον ὑπόληψιν, ὅτι παντὸς τοῦ Ἑλληνικοῦ κρατήσαντες ἀσμένως ἂν τὰ κρείττω μετέμαθον ἔθη τῶν ἐπιχωρίων ὑπεριδόντες, ἐξ ἐκείνου [p. 112] ποιήσομαι τοῦ χρόνου τὴν τέκμαρσιν, ὅτ᾽ οὔπω τὴν τῆς Ἑλλάδος εἶχον ἡγεμονίαν οὐδὲ ἄλλην διαπόντιον οὐδεμίαν ἀρχήν, Κοίντῳ Φαβίῳ βεβαιωτῇ χρώμενος καὶ οὐδεμιᾶς ἔτι δεόμενος πίστεως ἑτέρας: παλαιότατος γὰρ ἁνὴρ τῶν τὰ Ῥωμαϊκὰ συνταξαμένων, καὶ πίστιν οὐκ ἐξ ὧν ἤκουσε μόνον, ἀλλὰ καὶ ἐξ ὧν αὐτὸς ἔγνω παρεχόμενος. [2] ταύτην δὴ τὴν ἑορτὴν ἐψηφίσατο μὲν βουλὴ τῶν Ῥωμαίων ἄγειν, ὡς καὶ πρότερον ἔφην, κατὰ τὰς γενομένας εὐχὰς ὑπὸ τοῦ δικτάτορος Αὔλου Ποστομίου, ὅτ᾽ ἔμελλεν ἀγωνίζεσθαι πρὸς τὰς ἀποστάσας Λατίνων πόλεις κατάγειν ἐπιχειρούσας Ταρκύνιον ἐπὶ τὴν ἀρχήν: ἀναλοῦσθαι δ᾽ ἔταξε καθ᾽ ἕκαστον ἐνιαυτὸν εἴς τε τὰς θυσίας καὶ τοὺς ἀγῶνας ἀργυρίου πεντακοσίας μνᾶς: καὶ μέχρι τοῦ Φοινικικοῦ πολέμου ταῦτ᾽ ἐδαπάνων εἰς τὴν ἑορτήν. [3] ἐν δὲ ταῖς ἱεραῖς ἡμέραις ταύταις πολλὰ μὲν καὶ ἄλλα ἐγίνετο νόμοις Ἑλληνικοῖς κατὰ τε πανηγυρισμοὺς καὶ ξένων ὑποδοχὰς καὶ ἐκεχειρίας, πολὺ ἂν ἔργον εἴη λέγειν, τὰ δὲ περὶ πομπήν τε καὶ θυσίαν καὶ τὰ κατὰ τοὺς ἀγῶνας: ἀπόχρη γὰρ ἐκ τούτων καὶ τὰ μὴ λεχθέντα ἐξετάζειν: τοιάδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: