previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπέσχε δ᾽ αὐτοῦ τὰ βουλεύματα ὄντα τυραννικὰ ἑτέρα συμπεσοῦσα θεήλατος συμφορά. νόσος γὰρ ἥψατο λοιμικὴ τῆς πόλεως, γενομένη μὲν καὶ κατὰ τὴν ἄλλην Ἰταλίαν, μάλιστα δὲ πλεονάσασα κατὰ τὴν Ῥώμην: καὶ οὔτ᾽ ἀνθρωπίνη βοήθεια ἤρκει τοῖς κάμνουσιν οὐδεμία, ἀλλ᾽ ἐν τῷ ἴσῳ οἵ τε σὺν πολλῇ θεραπευόμενοι φροντίδι, καὶ οἷς μηδὲν ἐγίνετο τῶν δεόντων, ἀπέθνησκον: οὔτε λιτανεῖαι θεῶν καὶ θυσίαι καὶ ἐφ᾽ οὓς ἄνθρωποι τελευταίους ἐν ταῖς τοιαῖσδε ἀναγκάζονται καταφεύγειν συμφοραῖς, οἱ κατ᾽ ἄνδρα τε [p. 348] γινόμενοι καὶ ὑπὲρ τοῦ κοινοῦ καθαρμοὶ τότε προσωφέλουν, διέκρινέ τε τὸ πάθος οὐχ ἡλικίαν, οὐ φύσιν, οὐ ῥώμην ἀσθένειαν σωμάτων, οὐ τέχνην οὐκ ἄλλο τι τῶν δοκούντων κουφίζειν τὴν νόσον, ἀλλὰ γυναιξί τ᾽ ἐνέπιπτε καὶ ἀνδράσι καὶ γηραιοῖς καὶ νέοις. [2] οὐ μὴν πολὺν κατέσχε χρόνον, ὅπερ αἴτιον ἐγένετο τοῦ μὴ σύμπασαν διαφθαρῆναι τὴν πόλιν: ἀλλὰ ποταμοῦ δίκην πυρὸς ἀθρόα τοῖς ἀνθρώποις ἐμπεσοῦσα τήν τε προσβολὴν ὀξεῖαν καὶ τὴν ἀπαλλαγὴν ταχεῖαν ἔλαβεν. ὡς δὲ τὸ δεινὸν ἐλώφησεν, ἐπ᾽ ἐξόδῳ τῆς ἀρχῆς ὢν Πόπλιος, ἐπειδὴ οὐκ ἐδύνατο κυρῶσαι τὸν νόμον ἐν τῷ περιόντι χρόνῳ τῶν ἀρχαιρεσίων ἐπιστάντων, μετῄει πάλιν τὴν δημαρχίαν εἰς τὸν ἐπιόντα ἐνιαυτόν, πολλὰ καὶ μεγάλα τοῖς δημόταις ὑπισχνούμενος: καὶ ἀποδείκνυται πάλιν δήμαρχος ὑπ᾽ αὐτῶν καὶ δύο τῶν συναρχόντων. [3] οἱ δὲ πατρίκιοι πρὸς τοῦτ᾽ ἀντεμηχανήσαντο πικρὸν ἄνδρα καὶ μισόδημον καὶ μηδὲν ἐλαττώσοντα τῆς ἀριστοκρατίας ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν, Ἄππιον Κλαύδιον, υἱὸν Ἀππίου, τοῦ πλεῖστα τῷ δήμῳ περὶ τὴν κάθοδον ἐναντιωθέντος. καὶ αὐτὸν πολλὰ ἀντειπόντα καὶ οὐδ᾽ εἰς τὸ πεδίον ἐλθεῖν βουληθέντα ἕνεκα τῶν ἀρχαιρεσίων, οὐδὲν ἧττον προὐβούλευσάν τε καὶ ἐψηφίσαντ᾽ ἀπόντα ὕπατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: