Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φανῆναι τὴν περὶ τὰ μικρὰ καὶ φαῦλα ἡμῶν σπουδήν: ἀλλ᾽ ὑπὲρ τῆς ἅπασι τὰ καλὰ καὶ δίκαια ὁριζούσης πόλεως καὶ περὶ τῶν εἰς τοῦτο καταστησαμένων αὐτὴν τὸ ἀξίωμα ἡγεμόνων, ἅ τις ἂν σπουδάσειε μὴ ἀγνοεῖν [p. 254] [2] φιλόσοφος καὶ πολιτικὸς ἀνήρ, συγγράφω. εὐθὺς μὲν οὖν ἅμα τῷ παραλαβεῖν τὴν ἐξουσίαν, ἱππάρχην ἀποδείκνυσι Σπόριον Κάσσιον, τὸν ὑπατεύσαντα κατὰ τὴν ἑβδομηκοστὴν ὀλυμπιάδα. τοῦτο τὸ ἔθος ἕως τῆς κατ᾽ ἐμὲ γενεᾶς ἐφυλάττετο ὑπὸ Ῥωμαίων, καὶ οὐθεὶς εἰς τόδε χρόνου δικτάτωρ αἱρεθεὶς χωρὶς ἱππάρχου τὴν ἀρχὴν διετέλεσεν. ἔπειτα τῆς ἐξουσίας τὸ κράτος ἐπιδεῖξαι βουληθεὶς ὅσον ἐστί, καταπλήξεως μᾶλλον ἢ χρήσεως
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.