previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τότε ἀντέπραττον καὶ πολλῇ καταβοῇ ἐχρῶντο, τὴν οἰκίαν αὐτοῦ δημοκόλακα ἀποφαίνοντες καὶ νόμων [p. 326] πονηρῶν ἀρχηγόν, δὲ μάλιστα ἠγάλλοντο οἱ ἄνδρες ἐπὶ τῆς ἐκκλησίας τῶν δικαστηρίων πολιτεύματι, τούτῳ πᾶσαν ἠφανικέναι τὴν τῶν πατρικίων δυναστείαν αἰτιώμενοι: σχετλιάσας Οὐαλέριος πολλὰ καὶ ὡς οὐ δίκαια πάσχοι διαβεβλημένος ὑπ᾽ αὐτῶν πρὸς τὸν δῆμον ὀνειδίσας, τήν τε μέλλουσαν καταλήψεσθαι σφᾶς τύχην τοιαῦτα βουλευσαμένους ἀνακλαυσάμενος, καὶ οἷα εἰκὸς ἐν τοιούτῳ κακῷ, τὰ μὲν ἐκ πάθους, τὰ δὲ ἀπὸ τοῦ πλεῖόν τι τῶν πολλῶν νοεῖν, ἀποθεσπίσας, ᾤχετο ἀπιὼν ἐκ τοῦ βουλευτηρίου: καὶ συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν, ἔλεξε: [3] πολλὴν χάριν ὑμῖν εἰδώς, πολῖται, τῆς τε προθυμίας, ἣν παρέσχεσθέ μοι ἑκούσιοι συναράμενοι τοῦ πολέμου, καὶ ἔτι μᾶλλον τῆς ἀρετῆς, ἣν ἐν τοῖς ἀγῶσιν ἐπεδείξασθε, μεγάλην μὲν ἐποιούμην σπουδὴν ἀμείψασθαι ὑμᾶς τοῖς τε ἄλλοις καὶ τῷ μὴ ψεύσασθαι τὰς ὑποσχέσεις, ἃς ὑπὲρ τῆς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: