Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παράταξις ἐγίνετο τῶν τε δημοτικῶν καὶ τῶν πατρικίων: τῶν μὲν ὡς τιμωρησομένων τὸν αὐθαδέστατον, [p. 91] τῶν δ᾽ ἵνα μὴ γένοιτο ὑποχείριος τοῖς ἐχθροῖς ὡς ὑπὲρ τῆς ἀριστοκρατίας ἀγωνιζόμενος. ἐδόκει δὲ πᾶσα κινδυνεύεσθαι ἡ τοῦ βίου καὶ τῆς ἐλευθερίας δικαίωσις ἐν τῷ τότε ἀγῶνι ἀμφοτέροις. ἐπιστάσης δὲ τῆς τρίτης ἀγορᾶς ὁ μὲν ἐκ τῶν ἀγρῶν ὄχλος, ὅσος οὔπω πρότερον, συνεληλυθὼς εἰς τὴν πόλιν ἕωθεν εὐθὺς κατεῖχε τὴν ἀγοράν: οἱ δὲ δήμαρχοι συνεκάλουν τὸ πλῆθος ἐπὶ τὴν φυλέτιν ἐκκλησίαν, χωρία τῆς ἀγορᾶς περισχοινίσαντες, ἐν οἷς ἔμελλον αἱ φυλαὶ στήσεσθαι καθ᾽ αὑτάς. [2] καὶ τότε πρῶτον ἐγένετο Ῥωμαίοις ἐκκλησία κατ᾽ ἀνδρὸς ψηφοφόρος ἡ φυλετικὴ πολλὰ δὲ ἐναντιουμένων τῶν πατρικίων, ἵνα μὴ τοῦτο γένηται, καὶ τὴν λοχῖτιν ἀξιούντων συνάγειν ἐκκλησίαν, ὥσπερ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.