previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ τοῦ Μαρκίου ψῆφον, ἀλλὰ μάλιστα μὲν δι᾽ αὐτὸν ἀφεῖναι τῆς δίκης τὸν ἄνδρα ἀναμιμνησκομένους, οἷος εἰς τὰ κοινὰ ἐγένετο καὶ ὅσους κατώρθωσεν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας τε καὶ ἡγεμονίας πολέμους, καὶ ὡς οὔτε ὅσια οὔτε δίκαια οὔτε προσήκοντα σφίσι ποιήσουσι, λόγων μὲν αὐτῷ μνησικακοῦντες φαύλων, ἔργων δ᾽ [4] ἀχαριστοῦντες καλῶν. εἶναι δὲ καὶ τὸν καιρὸν τῆς ἀφέσεως καλόν, ὅτε γ᾽ αὐτὸς ἥκει παρέχων τὸ σῶμα τοῖς διαφόροις καὶ στέρξων, τι ἂν ἐκεῖνοι περὶ αὐτοῦ διαγνῶσιν. εἰ δ᾽ οὐχ οἷοί τέ εἰσι διαλύσασθαι πρὸς ἐκεῖνον, ἀλλὰ χαλεπῶς καὶ ἀπαραιτήτως ἔχουσιν, ἐνθυμηθέντας, ὅτι βουλὴ δεησομένη περὶ αὐτοῦ πάρεισιν, ἄνδρες οἱ κράτιστοι τῆς πόλεως τριακόσιοι, παθεῖν τι καὶ ἐπικλασθῆναι τὰς γνώμας, καὶ μὴ δι᾽ ἑνὸς ἐχθροῦ τιμωρίαν τοσούτων δέησιν ἀπώσασθαι φίλων, ἀλλὰ [p. 96] πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν χάριτι δίκην ἀνδρὸς ἑνὸς ὑπεριδεῖν. ταῦτα καὶ παραπλήσια τούτοις εἰπὼν τελευταῖον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: