previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸ τῆς πόλεως τοὺς Οὐιεντανοὺς καὶ σὺν αὐτοῖς πολὺ τὸ παρὰ τῶν ὁμοεθνῶν ἐπικουρικόν, οὐδὲν ἔτι μελλήσας ἔργου εἴχετο: ἡμέραν δ᾽, ἀφ᾽ ἧς τὸν χάρακα ἔθετο, διαλιπὼν ἐξῆγε τὰς δυνάμεις εἰς μάχην, θρασέως πάνυ τῶν Οὐιεντανῶν ὁμόσε χωρούντων. ἰσορρόπου δὲ τοῦ ἀγῶνος γινομένου τοὺς ἱππεῖς ἀναλαβὼν ἐνσείει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας, καί, ἐπειδὴ τοῦτο διεσάλευσεν, ἐπὶ θάτερον ἐχώρει, ὅπου μὲν ἱππάσιμον εἴη χωρίον ἀπὸ τῶν ἵππων μαχόμενος, ὅπου δ᾽ ἄνιππον ἀποκαταβαίνων τε καὶ πεζὸς ἀγωνιζόμενος. πονούντων δὲ τῶν κεράτων ἀμφοτέρων οὐδ᾽ οἱ κατὰ μέσον ἔτι ἀντεῖχον, ἀλλ᾽ ἐξεώσθησαν ὑπὸ τῶν πεζῶν, καὶ μετὰ τοῦτο πάντες ἔφυγον ἐπὶ τὸν χάρακα. [7] δ᾽ Αἰμίλιος ἠκολούθει τοῖς φεύγουσι συντεταγμένην τὴν δύναμιν ἔχων καὶ πολλοὺς διέφθειρε. γενόμενος δὲ πλησίον τοῦ χάρακος καὶ προσβαλὼν ἐκ διαδοχῆς ἐκείνην τε παρέμεινε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα, τῇ δ᾽ ἑξῆς ἡμέρᾳ κόπῳ τε καὶ τραύμασι τῶν πολεμίων καὶ ἀγρυπνίᾳ ἀπειρηκότων ἐγκρατὴς γίνεται τοῦ χάρακος. οἱ δὲ Τυρρηνοί, ὡς εἶδον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: