previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τὰ ἔργα καὶ τὰς ἐκ τοῦ δαιμονίου τύχας γεγονέναι. ἦν δ᾽ οὐ μόνον λόγος τοῦ ἀνδρός, ἀλλὰ καὶ βίος πείθων, ἐν ἅπασιν ἐξητασμένος ἔργοις ἀγαθοῖς. [3] προσῆν δὲ τούτοις, πλεῖστον ἐκίνησεν οἶκτον, ὄψεως σχῆμα συμπαθές, οἷον περὶ αὐτοὺς τοὺς πεπονθότας μέλλοντας πάσχειν τὰ δεινὰ γίνεσθαι φιλεῖ. ὥστε καὶ τοὺς προσήκοντας τοῖς ἀπολωλόσι καὶ δοκοῦντας ἀδιαλλάκτως ἔχειν πρὸς τὸν αἴτιον σφίσι τῆς συμφορᾶς, μαλακωτέρους γενέσθαι καὶ ἀποθέσθαι τὴν ὀργήν, ὡς ἐδήλωσαν. ἀναδοθεισῶν γὰρ τῶν ψήφων οὐδεμία φυλὴ τοῦ ἀνδρὸς κατεψηφίσατο. μὲν οὖν [p. 334] τὸν Σερουίλιον καταλαβὼν κίνδυνος τοιούτου τέλους ἔτυχεν.


οὐ πολλῷ δ᾽ ὕστερον χρόνῳ στρατιὰ Ῥωμαίων ἐξῆλθεν ἐπὶ Τυρρηνοὺς ἄγοντος θατέρου τῶν ὑπάτων Ποπλίου Οὐαλερίου. συνέστη γὰρ αὖθις Οὐιεντανῶν δύναμις προσθεμένων αὐτοῖς Σαβίνων, οἳ τέως ὀκνοῦντες αὐτοῖς συνάρασθαι τοῦ πολέμου ὡς ἀδυνάτων ἐφιεμένοις, τότ᾽, ἐπειδὴ τήν τε Μενηνίου

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: