previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[p. 29] ὤμοσεν, ἐὰν δῆμος συνάρηται μετὰ προθυμίας τοῦ πολέμου καὶ καταστῇ τὰ πράγματα τῆς πόλεως, συγχωρήσειν τοῖς δημάρχοις προθεῖναι τῷ πλήθει τὴν περὶ τοῦ νόμου διάγνωσιν, ὃν εἰσέφερον ὑπὲρ τῆς ἰσονομίας, καὶ σπουδάσειν, ὅπως ἐπὶ τῆς ἑαυτοῦ ἀρχῆς ἐπὶ τέλος ἀχθῇ τὰ δόξαντα τῷ δήμῳ. ἦν δὲ ἄρα οὐθὲν αὐτῷ πεπρωμένον ἐπιτελέσαι τῶν ὁμολογηθέντων πλησίον οὔσης τῆς τοῦ θανάτου μοίρας.


λυθείσης δὲ τῆς ἐκκλησίας περὶ δείλην ὀψίαν συνέρρεον ἐπὶ τοὺς ἀποδειχθέντας ἕκαστοι τόπους, ἀπογραφόμενοί τε πρὸς τοὺς ἡγεμόνας τὰ ὀνόματα καὶ τὸν στρατιωτικὸν ὀμνύντες ὅρκον. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ὅλην ἀμφὶ ταῦτα ἦσαν, τῇ δ᾽ ἑξῆς ἡμέρᾳ λοχαγοί τε προσενέμοντο ὑπὸ τῶν ὑπάτων καὶ ἐπὶ τὰς ἱερὰς ἐτάττοντο σημείας συνεπιρρέοντος καὶ τοῦ κατ᾽ ἀγροὺς διατρίβοντος ὄχλου. [2] γενομένων δὲ διὰ τάχους πάντων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: