previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δοκοῦντος εἶναι πολυανθρωποτάτου τὸν Ῥωμαίων γενέσθαι δῆμον ἐλάττονα. [p. 177]


τὰ δὲ Ἑλλήνων ἔθη παρὰ ταῦτα ἐξετάζων οὐκ ἔχω πῶς ἐπαινέσω τά τε Λακεδαιμονίων καὶ τὰ τῶν Θηβαίων καὶ τῶν μέγιστον ἐπὶ σοφίᾳ φρονούντων Ἀθηναίων, οἳ φυλάττοντες τὸ εὐγενὲς καὶ μηδενὶ μεταδιδόντες εἰ μὴ σπανίοις τῆς παρ᾽ ἑαυτοῖς πολιτείας ῾ἐῶ γὰρ λέγειν ὅτι καὶ ξενηλατοῦντες ἔνιοἰ πρὸς τῷ μηδὲν ἀπολαῦσαι ταύτης τῆς μεγαληγορίας ἀγαθὸν καὶ τὰ μέγιστα δι᾽ αὐτὴν ἐβλάβησαν. [2] Σπαρτιᾶται μέν γε πταίσαντες μάχῃ τῇ περὶ Λεῦκτρα, ἐν χιλίους καὶ ἑπτακοσίους ἄνδρας ἀπέβαλον, οὐκέτι τὴν πόλιν ἠδυνήθησαν ἐκ τῆς συμφορᾶς ταύτης ἀναλαβεῖν, ἀλλ᾽ ἀπέστησαν τῆς ἡγεμονίας σὺν αἰσχύνῃ. Θηβαῖοι δὲ καὶ Ἀθηναῖοι ἐξ ἑνὸς τοῦ περὶ Χαιρώνειαν ἀτυχήματος ἅμα τήν τε προστασίαν τῆς Ἑλλάδος καὶ τὴν ἐλευθερίαν τὴν πάτριον ὑπὸ Μακεδόνων ἀφῃρέθησαν. [3]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: