Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς αὐτῆς πόλεως ἀφεστῶσα, λόφον ἐπικαθημένη σύμμετρον. Συεσβόλα δὲ τὸ αὐτὸ διάστημα τῆς Τριβόλας ἀπέχουσα, τῶν Κεραυνίων ὀρῶν πλησίον. ἀπὸ δὲ ταύτης τετταράκοντα σταδίοις διῃρημένη πόλις ἐπιφανὴς Σούνα, ἔνθα νεὼς πάνυ ἀρχαῖός ἐστιν Ἄρεος. [3] Μήφυλα δὲ ὡς τριάκοντα σταδίους ἄπωθεν τῆς Σούνης: δείκνυται δὲ αὐτῆς ἐρείπιά τε καὶ τείχους ἴχνη. τετταράκοντα δὲ σταδίους ἀπέχουσα Μηφύλης Ὀρουΐνιον, εἰ καί τις ἄλλη τῶν αὐτόθι πόλεων ἐπιφανὴς καὶ μεγάλη: δῆλοι γάρ εἰσιν αὐτῆς οἵ τε θεμέλιοι τῶν τειχῶν καὶ τάφοι τινὲς ἀρχαιοπρεπεῖς καὶ πολυανδρίων ἐν ὑψηλοῖς χώμασι μηκυνομένων περίβολοι:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.