previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


φυλακῆς καὶ τοὺς ἐπιφανεστάτους τῶν αἰχμαλώτων ἀνακρίνας, τίνες ἦσαν οἱ τῆς ἀποστάσεως ἡγεμόνες, ὡς ἔμαθε καὶ τὸν Ἀλβανὸν Μέττιον Φουφέττιον ἐν τοῖς συνομοσαμένοις ὑπάρχοντα, δόξας συνᾴδειν τὰ πραχθέντα ὑπ᾽ αὐτοῦ τοῖς μηνυομένοις ὑπὸ τῶν αἰχμαλώτων ἀναβὰς ἐπὶ τὸν ἵππον καὶ τοὺς πιστοτάτους τῶν ἑταίρων παραλαβὼν πρὸς τὴν πόλιν ἀφιππεύει: [5] καὶ πρὸ μέσων νυκτῶν ἐκ τῶν οἰκιῶν τοὺς βουλευτὰς συγκαλέσας τήν τε προδοσίαν αὐτοῖς λέγει τὴν τοῦ Ἀλβανοῦ μάρτυρας τοὺς αἰχμαλώτους παρασχόμενος καὶ ὃν τρόπον αὐτὸς κατεστρατήγησε τούς τε πολεμίους [p. 327] καὶ τοὺς Φιδηναίους διηγεῖται. τέλος δὴ τὸ κράτιστον εἰληφότος τοῦ πολέμου τὰ λοιπὰ ἤδη σκοπεῖν αὐτοὺς ἠξίου, τίνα χρὴ τρόπον τιμωρήσασθαι μὲν τοὺς προδότας, σωφρονεστέραν δὲ τὴν Ἀλβανῶν ἀποδοῦναι πόλιν εἰς τὸ λοιπόν. [6] τὸ μὲν οὖν τιμωρήσασθαι τοὺς ἐπιχειρήσαντας ἔργοις ἀνοσίοις πᾶσιν ἐδόκει δίκαιόν τε καὶ ἀναγκαῖον εἶναι, ὃν δὲ τρόπον τοῦτο γένοιτ᾽ ἂν ῥᾷστα καὶ ἀσφαλέστατα πολλὴν αὐτοῖς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: