previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προθεσπίσαντος αὐτῷ τοῦ δαιμονίου τὴν μέλλουσαν γενήσεσθαι περὶ τὸν οἶκον συμφορὰν πολλοῖς μὲν καὶ [2] ἄλλοις οἰωνοῖς, τελευταίῳ δὲ τῷδε. αἰετοὶ συνιόντες εἰς τὸν παρακείμενον τοῖς βασιλείοις κῆπον ἔαρος ὥρᾳ νεοττιὰν ἔπλαττον ἐπὶ κορυφῇ φοίνικος ὑψηλοῦ. τούτων δὲ τῶν αἰετῶν ἀπτῆνας ἔτι τοὺς νεοττοὺς ἐχόντων γῦπες ἀθρόοι προσπετασθέντες τήν τε νεοττιὰν διεφόρησαν καὶ τοὺς νεοττοὺς ἀπέκτειναν καὶ τοὺς αἰετοὺς προσιόντας ἀπὸ τῆς νομῆς ἀμύττοντές τε καὶ παίοντες τοῖς ταρσοῖς ἀπὸ τοῦ φοίνικος ἀπήλασαν. [3] τούτους τοὺς οἰωνοὺς ἰδὼν Ταρκύνιος καὶ φυλαττόμενος, εἴ πως δύναιτο διακρούσασθαι τὴν μοῖραν, οὐκ ἴσχυσε νικῆσαι τὸ χρεών, ἀλλ᾽ ἐπιθεμένων αὐτῷ τῶν πατρικίων καὶ τοῦ δήμου συμφρονήσαντος ἐξέπεσε τῆς [p. 107] δυναστείας. οἵτινες δ᾽ ἦσαν οἱ τῆς ἐπαναστάσεως ἄρξαντες καὶ δι᾽ οἵων τρόπων ἦλθον ἐπὶ τὰ πράγματα, δἰ ὀλίγων πειράσομαι διελθεῖν.


τὴν Ἀρδεατῶν πόλιν Ταρκύνιος ἐπολιόρκει

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: