Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὔπω μέσαι νύκτες ἦσαν, καὶ ὁ τῶν Σαβίνων ἡγεμὼν ἀναστήσας τοῦ στρατοῦ τὸ κράτιστον μέρος ἦγεν ἐπὶ τὸν χάρακα σιωπᾶν ἅπασι παραγγείλας καὶ μὴ ποιεῖν ψόφον τῶν ὅπλων, ἵνα μὴ γνοῖεν ἥκοντας αὐτοὺς οἱ πολέμιοι, πρὶν ἐπὶ τῷ ἐρύματι γένωνται. ὡς δὲ πλησίον ἐγένοντο τοῦ χάρακος οἱ πρῶτοι πορευόμενοι καὶ οὔτε φέγγη λαμπτήρων ἑώρων οὔτε φωνὰς φυλάκων κατήκουον, πολλὴν μωρίαν τῶν Ῥωμαίων καταγνόντες ὡς ἀφεικότων ἐρήμους τὰς φυλακὰς καὶ ἐντὸς τοῦ χάρακος καθευδόντων, ἐνεπίμπλασαν ὕλης [p. 200] τὰς τάφρους κατὰ πολλὰ μέρη καὶ διέβαινον οὐδενὸς σφίσιν ἐμποδὼν γινομένου. [2] παρεκάθηντο δὲ μεταξὺ τῶν τάφρων καὶ τῶν περισταυρωμάτων οἱ Ῥωμαῖοι κατὰ σπείρας ἀφανεῖς διὰ τὸ σκότος, καὶ τοὺς διαβαίνοντας αὐτῶν, ὅτε γένοιντο ἐν χερσίν, ἐφόνευον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.