previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τε τὴν κρατίστην ἐξ ἁπάσης πόλεως νεότητα ὅπλοις ἐκπρεπέσι κεκοσμημένην ἐπαγόμενοι, Ῥωμαῖοί τε πᾶσαν τὴν δύναμιν τήν τε κατὰ πόλιν καὶ τὴν ἐν τοῖς φρουρίοις ἀναλαβόντες, ἱκανοὺς οἰόμενοι τοὺς ὑπὲρ τὴν στρατεύσιμον ἡλικίαν γεγονότας καὶ τὸν οἰκετικὸν ὄχλον τήν τε πόλιν καὶ τὰ ἐπὶ τῆς χώρας ἐρύματα φυλάττειν. [4] καὶ συνελθόντες ὁμόσε τίθενται τοὺς χάρακας [p. 205] ἀμφότεροι μικρὸν ἀπέχοντας ἀλλήλων Ἠρήτου πόλεως, τοῦ Σαβίνων ἐστὶν ἔθνους, οὐ πρόσω.


ὡς δὲ συνεῖδον ἀμφότεροι τὰ τῶν πολεμίων πράγματα, τῷ τε μεγέθει τῶν στρατοπέδων εἰκάσαντες καὶ παρ᾽ αἰχμαλώτων ἀκούσαντες, τοῖς μὲν Σαβίνοις θάρσος παρέστη καὶ καταφρόνησις τῆς τῶν πολεμίων ὀλιγότητος, τοῖς δὲ Ῥωμαίοις δέος πρὸς τὸ τῶν ἀντιπολεμούντων πλῆθος: ἐθάρρησαν δὲ καὶ οὐ μικρὰς ἐλπίδας ὑπὲρ τῆς νίκης ἔλαβον ἄλλων τε σημείων γενομένων σφίσι θεοπέμπτων καὶ δὴ καὶ τελευταίου φάσματος, ὅτε παρατάττεσθαι ἔμελλον, τοιοῦδε. [2]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: