This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3] οὐ γὰρ ἐνθάδε σοι ταῦτα προσήκει λέγειν: καὶ μηδὲν ἀχθεσθῆτέ μοι ταῦτα λέγοντι, ὦ βουλή: οὐ γὰρ ὑμῶν ἀφαιρούμενος τὴν διάγνωσιν, ἀλλὰ τὴν τούτου συκοφαντίαν ἐπιδείξασθαι βουλόμενος ταῦτα λέγω: προειπόντα δέ σ᾽ ἔδει μοι τὸν δῆμον εἰς ἐκκλησίαν συναγαγεῖν κἀκεῖ μου κατηγορεῖν. πλὴν ἐπεὶ σὺ τοῦτο πέφευγας, ἐγὼ περὶ σοῦ ποιήσω καὶ συγκαλέσας τὸν δῆμον παρέξομαί σοι δικαστὴν ὧν ἄν μου κατηγορήσῃς, καὶ ἀποδώσω πάλιν αὐτῷ διαγνῶναι, πότερος ἡμῶν ἐπιτηδειότερός ἐστιν ἔχειν τὴν ἀρχήν: καὶ ὅ τι ἂν ἅπαντες οὗτοι γνῶσι πράττειν με δεῖν, ποιήσω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

