This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6] καὶ εἰ μὲν ἔλαθεν ἡμᾶς, ταῖς ἀραῖς ἔνοχος ἦν ἂν καὶ θεοῖς ὑπέσχεν, οὓς ἐπιώρκει, δίκας: ἐπειδὴ δὲ καταφανὴς γέγονεν, ὑφ᾽ ἡμῶν αὐτὸν προσήκει κολασθῆναι, [p. 154] ὅς γ᾽ ὀλίγαις μὲν ἡμέραις πρότερον τὰ χρήματα τοῖς τυράννοις ὑμᾶς ἔπεισεν ἀποδοῦναι, ἵνα μὴ κατὰ τῶν ἐχθρῶν ἡ πόλις αὐτοῖς ἔχῃ χρῆσθαι πρὸς τὸν πόλεμον, ἀλλὰ κατὰ τῆς πόλεως οἱ ἐχθροί: νῦν δὲ τοὺς ἐπὶ καθόδῳ τῶν τυράννων συνομοσαμένους ἀφεῖσθαι τῆς τιμωρίας οἴεται δεῖν, ἐκείνοις αὐτοὺς δηλονότι χαριζόμενος, ἵν᾽, ἐὰν ἄρα κατέλθωσιν εἴτ᾽ ἐκ προδοσίας εἴτε πολέμῳ, ταύτας προφερόμενος τὰς χάριτας ἁπάντων ὡς φίλος ὅσων ἂν αἱρῆται παρ᾽ αὐτῶν τυγχάνῃ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

