This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παραλαβὼν δὲ τὴν ἀρχὴν Οὐαλέριος καὶ προσελόμενος ἱππάρχην Κόιντον Σερουίλιον, ἀδελφὸν τοῦ συνυπατεύσαντος Ἀππίῳ Σερουιλίου, παρήγγειλε τὸν δῆμον εἰς ἐκκλησίαν παρεῖναι. συνελθόντος δ᾽ ὄχλου συχνοῦ τότε πρῶτον, ἐξ οὗ τὴν ἀρχὴν ὁ Σερουίλιος ἀπέθετο καὶ ὁ δῆμος ἀγόμενος ἐπὶ τὰς στρατείας εἰς φανερὰν ἀπόνοιαν ἐτράπετο, προελθὼν ἐπὶ τὸ βῆμα ἔλεξεν: ὦ πολῖται, εὖ ἴσμεν, ὅτι βουλομένοις ὑμῶν, ἐστιν ἀεί τινας ἐκ τοῦ Οὐαλερίων γένους ἄρχειν ὑμῶν, ὑφ᾽ ὧν ἐλεύθεροι τυραννίδος χαλεπῆς γεγόνατε καὶ οὐδενὸς τῶν μετρίων ἀτυχήσειν τάχ᾽ ἂν ἐπιμείναιτε [p. 321] ὑμᾶς αὐτοὺς ἐπιτρέψαντες τοῖς ἁπάντων δημοτικωτάτοις δοκοῦσι καὶ οὖσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

