This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡμᾶς, ὦ Οὐαλέριε, πολλὰ μὲν καὶ ἄλλα τὰ κωλύοντά ἐστιν ἀποθεμένους τὰ ὅπλα ἐφ᾽ ὑμῖν γενέσθαι, τρία δὲ τὰ μέγιστα καὶ τὰ φανερώτατα. πρῶτον μέν, ὅτι ἐγκαλοῦντες ἡμῖν ὡς ἡμαρτηκόσιν ἥκετε καὶ ἐν εὐεργεσίας οἴεσθε μέρει διδόναι τὴν κάθοδον: ἔπειθ᾽, ὅτι οὐδὲν ὑποδηλοῦτε παρακαλοῦντες ἐπὶ τὰς διαλλαγάς, ἐφ᾽ οἷς αὐτὰς δικαίοις καὶ φιλανθρώποις ποιησόμεθα: τὸ δὲ τελευταῖον, ὅτι βέβαιον ἡμῖν, ὧν ἂν ὑπόσχησθε, οὐδέν ἐστιν, ἀλλὰ πολλάκις ἐξαπατῶντες τε καὶ φενακίζοντες ἡμᾶς διατετελέκατε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

