This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φέρε, ἐὰν δὲ δὴ κατορθώσῃς, τί τὸ θαυμαστὸν ἔσται σοι καὶ περιμάχητον ἀγαθόν, ἢ τίνας ἐξοίσῃ δόξας; καὶ γὰρ τοῦτ᾽ ἐξέτασον. πρῶτον μὲν τῶν φιλτάτων τε καὶ ἀναγκαιοτάτων ὑπάρξει σοι στερέσθαι σωμάτων, μητρὸς ἀθλίας, ᾗ γενέσεως καὶ τροφῆς καὶ τῶν ἄλλων ὧν ἔσχεν ἐπὶ σοὶ πόνων οὐ καλὰς ἀμοιβὰς ἀποδίδως: ἔπειτα γαμετῆς σώφρονος, ἣ διὰ τὸν σὸν πόθον ἐν ἐρημίᾳ καὶ χηρείᾳ κάθηται πᾶσαν ἡμέραν καὶ νύκτα τὰς σὰς φυγὰς ὀδυρομένη: πρὸς δὲ τούτοις τέκνων δυεῖν, οὓς ἐχρῆν ἀγαθῶν προγόνων ὄντας ἀπογόνους καρποῦσθαι τὰς ἐκείνων τιμὰς εὐδοξοῦντας ἐν εὐτυχούσῃ τῇ πατρίδι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

