next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 3] πολλὴν χάριν ἦν εἰδέναι τῷ καθ᾽ ἡμᾶς χρόνῳ δίκαιον, κράτιστε Ἀμμαῖε, καὶ ἄλλων μέν τινων ἐπιτηδευμάτων ἕνεκα νῦν κάλλιον ἀσκουμένων πρότερον, οὐχ ἥκιστα δὲ τῆς περὶ τοὺς πολιτικοὺς λόγους ἐπιμελείας οὐ μικρὰν ἐπίδοσιν πεποιημένης ἐπὶ τὰ κρείττω. ἐν γὰρ δὴ τοῖς πρὸ ἡμῶν χρόνοις μὲν ἀρχαία καὶ φιλόσοφος ῥητορικὴ προπηλακιζομένη καὶ δεινὰς ὕβρεις ὑπομένουσα κατελύετο, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτῆς ἐκπνεῖν καὶ μαραίνεσθαι κατ᾽ ὀλίγον, ἐπὶ δὲ τῆς καθ᾽ ἡμᾶς ἡλικίας μικροῦ δεήσασα εἰς τέλος ἠφανίσθαι: ἑτέρα δέ τις ἐπὶ τὴν ἐκείνης παρελθοῦσα τάξιν, ἀφόρητος ἀναιδείᾳ θεατρικῇ καὶ ἀνάγωγος καὶ οὔτε φιλοσοφίας οὔτε ἄλλου παιδεύματος οὐδενὸς μετειληφυῖα ἐλευθερίου, λαθοῦσα καὶ παρακρουσαμένη τὴν τῶν ὄχλων [p. 4] ἄγνοιαν, οὐ μόνον ἐν εὐπορίᾳ καὶ τρυφῇ καὶ μορφῇ πλείονι τῆς ἑτέρας διῆγεν, ἀλλὰ καὶ τὰς τιμὰς καὶ τὰς προστασίας τῶν πόλεων, ἃς ἔδει τὴν φιλόσοφον ἔχειν, εἰς ἑαυτὴν ἀνηρτήσατο καὶ ἦν φορτική τις πάνυ καὶ ὀχληρὰ καὶ τελευτῶσα παραπλησίαν ἐποίησε γενέσθαι τὴν Ἑλλάδα ταῖς τῶν ἀσώτων καὶ κακοδαιμόνων οἰκίαις. ὥσπερ γὰρ ἐν ἐκείναις μὲν ἐλευθέρα καὶ σώφρων γαμετὴ κάθηται μηδενὸς οὖσα τῶν αὑτῆς κυρία, ἑταίρα δέ τις ἄφρων ἐπ᾽ ὀλέθρῳ τοῦ βίου παροῦσα πάσης ἀξιοῖ τῆς οὐσίας ἄρχειν, σκυβαλίζουσα καὶ δεδιττομένη τὴν ἑτέραν: τὸν αὐτὸν τρόπον ἐν πάσῃ πόλει καὶ οὐδεμιᾶς ἧττον ἐν ταῖς εὐπαιδεύτοιςτουτὶ γὰρ ἁπάντων τῶν κακῶν ἔσχατον μὲν Ἀττικὴ μοῦσα καὶ ἀρχαία καὶ αὐτόχθων ἄτιμον εἰλήφει σχῆμα, τῶν ἑαυτῆς ἐκπεσοῦσα ἀγαθῶν, δὲ ἔκ τινων βαράθρων τῆς Ἀσίας ἐχθὲς καὶ πρῴην ἀφικομένη, Μυσὴ Φρυγία τις Καρικόν τι κακόν, βάρβαρον Ἑλληνίδας ἠξίου διοικεῖν πόλεις ἀπελάσασα τῶν κοινῶν τὴν ἑτέραν, ἀμαθὴς τὴν φιλόσοφον καὶ μαινομένη τὴν σώφρονα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: