previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλοὺς ἤδη τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων καὶ πεπιστευμένων ὑπὸ τοῦ πλήθους, ὡς εἰσὶν ἐν τοῖς πάνυ γνησίοις Λυσίου, καὶ τά γε ἄλλα οὐκ ἀτόπως ἔχοντας, ὅτι τὴν χάριν οὐ προσβάλλουσι τὴν Λυσιακὴν οὐδὲ τὴν εὐστομίαν ἔχουσιν ἐκείνης τῆς λέξεως, ὑποπτεύσας τε καὶ βασανίσας εὗρον οὐκ ὄντας Λυσίου. ὧν ἐστι καὶ περὶ τῆς Ἰφικράτους εἰκόνος, ὃν οἶδ᾽ ὅτι πολλοὶ καὶ χαρακτῆρα ἡγήσαιντο ἂν καὶ κανόνα τῆς ἐκείνου δυνάμεως. οὗτος μέντοι λόγος καὶ τοῖς ὀνόμασιν ἡρμηνεῦσθαι δοκῶν ἰσχυρῶς καὶ τοῖς ἐνθυμήμασιν εὑρῆσθαι περιττῶς καὶ ἄλλας πολλὰς ἀρετὰς ἔχων ἄχαρίς ἐστι καὶ πολλοῦ δεῖ τὸ Λυσιακὸν ἐπιφαίνειν στόμα. μάλιστα δ᾽ ἐγένετό μοι καταφανὴς ὅτι οὐχ ὑπ᾽ ἐκείνου τοῦ ῥήτορος ἐγράφη, τοὺς χρόνους ἀναλογισαμένῳ. εἰ γὰρ ὀγδοηκονταετῆ γενόμενον [p. 21] θήσει τις τελευτῆσαι Λυσίαν ἐπὶ Νίκωνος ἐπὶ Ναυσινίκου ἄρχοντος, ἑπτὰ ἔτεσιν ὅλοις ἂν εἴη προτεροῦσα τῆς γραφῆς τοῦ ψηφίσματος τελευτὴ τοῦ ῥήτορος. μετὰ γὰρ Ἀλκισθένην ἄρχοντα, ἐφ᾽ οὗ τὴν εἰρήνην Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι καὶ βασιλεὺς ὤμοσαν, ἀποδοὺς τὰ στρατεύματα Ἰφικράτης ἰδιώτης γίνεται καὶ τὸ περὶ τῆς εἰκόνος ἦν τότ᾽ ἔτεσιν ἑπτὰ πρότερον τετελευτηκότος τῆς γραφῆς Λυσίου, πρὸ τοῦ συντάξασθαι τοῦτον τὸν ἀγῶνα Ἰφικράτει. ὁμοίως δὲ καὶ τὴν ἀπολογίαν τοῦ ἀνδρὸς καὶ αὐτὴν εἰς Λυσίαν ἀναφερομένην φερομένην οὔτε τοῖς πράγμασιν ἀτόπως ἔχουσαν οὔτε τοῖς ὀνόμασιν ἀσθενῶς δι᾽ ὑποψίας ἔλαβον οὐκ ἐπανθούσης τῇ λέξει τῆς Λυσιακῆς χάριτος: καὶ παραθεὶς τοὺς χρόνους οὐκ ὀλίγοις ἔτεσιν εὗρον ὑστεροῦσαν τῆς τελευτῆς τοῦ ῥήτορος ἀλλὰ καὶ εἴκοσιν ὅλοις. ἐν γὰρ τῷ συμμαχικῷ πολέμῳ τὴν εἰσαγγελίαν Ἰφικράτης ἠγώνισται καὶ τὰς εὐθύνας ὑπέσχηκε τῆς στρατηγίας, ὡς ἐξ αὐτοῦ γίνεται τοῦ λόγου καταφανές: οὗτος δὲ πόλεμος πίπτει κατὰ Ἀγαθοκλέα καὶ Ἐλπίνην ἄρχοντας. ὅτου μὲν οὖν εἰσι λόγοι τοῦ ῥήτορος οἱ περί τε τῆς εἰκόνος καὶ τῆς προδοσίας, οὐκ ἔχω βεβαίως εἰπεῖν. ὅτι δὲ ἑνὸς ἀμφότεροι, πολλοῖς τεκμηρίοις [p. 22] ἔχοιμ᾽ ἂν εἰπεῖν: γὰρ αὐτὴ προαίρεσίς τε καὶ δύναμις ἐν ἀμφοτέροις, ὑπὲρ ὧν οὐ καιρὸς ἐν τῷ παρόντι διασκοπεῖν. εἰκάζω δὲ Ἰφικράτους εἶναι αὐτούς: καὶ γὰρ τὰ πολέμια δεινὸς ἀνὴρ καὶ ἐν λόγοις οὐκ εὐκαταφρόνητος, τε λέξις ἐν ἀμφοῖν πολὺ τὸ φορτικὸν καὶ στρατιωτικὸν ἔχει καὶ οὐχ οὕτως ἐμφαίνει ῥητορικὴν ἀγχίνοιαν ὡς στρατιωτικὴν αὐθάδειαν καὶ ἀλαζονείαν. ἀλλ᾽ ὑπὲρ μὲν τούτων ἑτέρωθι δηλωθήσεται διὰ πλειόνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: