previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀποδεδωκὼς δὲ τὸν ὑπὲρ τῶν ἀρετῶν τε καὶ στοιχείων λόγον, ἐρῶ νῦν καὶ περὶ τοῦ γένους τῶν ἀμφισβητημάτων ἐν οἷς ἐστι θεωρήμασιν πολιτικὴ τέχνη. τριχῇ δὲ νενεμημένου τοῦ ῥητορικοῦ λόγου καὶ τρία περιειληφότος διάφορα τοῖς τέλεσι γένη, τό τε δικανικὸν καὶ τὸ συμβουλευτικὸν καὶ τὸ καλούμενον [p. 27] ἐπιδεικτικὸν πανηγυρικόν, ἐν ἅπασι μὲν τούτοις ἐστὶν ἀνὴρ λόγου ἄξιος, μάλιστα δὲ ἐν τοῖς δικανικοῖς ἀγῶσι. κἀν τούτοις δὲ αὐτοῖς ἀμείνων ἐστὶ τὰ μικρὰ καὶ παράδοξα καὶ ἄπορα εἰπεῖν καλῶς, τὰ σεμνὰ καὶ μεγάλα καὶ εὔπορα δυνατῶς. βουλόμενος δὴ τὴν Λυσίου δύναμιν ἀκριβῶς καταμαθεῖν ἐκ τῶν δικανικῶν αὐτὴν μᾶλλον λόγων ἐκ τῶν πανηγυρικῶν τε καὶ συμβουλευτικῶν σκοπείτω. ἵνα δὲ καὶ περὶ τῶν ἰδεῶν ἐγγένηταί μοι τὰ προσήκοντα εἰπεῖν, ἐάσω τε ταῦτα περί τε προοιμίων καὶ διηγήσεων καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου καὶ διαλέξομαι καὶ δηλώσω, ποῖός τίς ἐστιν ἐν ἑκάστῃ τῶν ἰδεῶν ἀνήρ. διαιρήσομαι δὲ αὐτάς, ὡς Ἰσοκράτει τε καὶ τοῖς κατ᾽ ἐκεῖνον τὸν ἄνδρα κοσμουμένοις ἤρεσεν, ἀρξάμενος ἀπὸ τῶν προοιμίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: