previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑπόθεσιν δὲ περιείληφε τὴν περὶ τοῦ μὴ καταλῦσαι τὴν πάτριον πολιτείαν Ἀθήνησι. τοῦ γὰρ δήμου κατελθόντος ἐκ Πειραιῶς καὶ ψηφισαμένου διαλύσασθαι πρὸς τοὺς ἐν ἄστει καὶ μηδενὸς τῶν γενομένων μνησικακεῖν, [p. 49] δέους δὲ ὄντος μὴ πάλιν τὸ πλῆθος ἐς τοὺς εὐπόρους ὑβρίζῃ τὴν ἀρχαίαν ἐξουσίαν κεκομισμένον καὶ πολλῶν ὑπὲρ τούτου γινομένων λόγων Φορμίσιός τις τῶν συγκατελθόντων μετὰ τοῦ δήμου γνώμην εἰσηγήσατο τοὺς μὲν φεύγοντας κατιέναι, τὴν δὲ πολιτείαν μὴ πᾶσιν, ἀλλὰ τοῖς τὴν γῆν ἔχουσι παραδοῦναι, βουλομένων ταῦτα γενέσθαι καὶ Λακεδαιμονίων. ἔμελλον δὲ τοῦ ψηφίσματος τούτου κυρωθέντος πεντακισχίλιοι σχεδὸν Ἀθηναίων ἀπελαθήσεσθαι τῶν κοινῶν. ἵνα δὴ μὴ τοῦτο γένοιτο, γράφει τὸν λόγον τόνδε Λυσίας τῶν ἐπισήμων τινὶ καὶ πολιτευομένων. εἰ μὲν οὖν ἐρρήθη τότε, ἄδηλον: σύγκειται γοῦν ὡς πρὸς ἀγῶνα ἐπιτηδείως. ἔστι δὲ ὅδε:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: