ἡ μὲν ἐπίδειξις οὐδαμῶς εὐτυχὴς οὐδὲ κατ᾽ ἐλπίδας,
ἀναγκαία δὲ τῆς τε πόλεως ἕνεκα καὶ τῶν οἰκείων τῶν
Ἐτεωνέως καὶ προσέτι γε ἡμῶν αὐτῶν παραμυθίας. οἶμαι
δ᾽ εἰ καὶ μήπω πρόσθεν θρῆνοι κατ᾽ ἀνθρώπους ἐνομίσθησαν, νῦν γε ἐπὶ τῷδε δικαίως ἂν ἄρξασθαι. τί γὰρ
οὐκ ἄν τις ὀδύραιτο; πότερον τὴν ἡλικίαν ἣν ἔχων οἴχεται καὶ τὴν ἀνδρείαν ἣ κέκρυπται κακῶς, ἢ τὴν σωφροσύνην ἧς οὐδ᾽ ἂν παράδειγμα ῥᾳδίως εὕροι τις, ἢ τὰς
ἐλπίδας ὧν στέρεται μὲν αὐτὸς, στέρονται δὲ οἰκέται καὶ
φίλοι καὶ πόλις καὶ πᾶν ὅσον εἰς τὴν νῦν Ἀσίαν τελεῖ;
ποῖος ταῦτα Σιμωνίδης θρηνήσει; τίς Πίνδαρος ποῖον [p. 127]
μέλος ἢ λόγον τοιοῦτον ἐξευρών; τίς Στησίχορος ἄξιον
φθέγξεται τοιούτου πάθους; ποία δὲ δύσηρις Θετταλὴ
τοσοῦτον πένθος ἐπένθησεν ἐπ᾽ Ἀντιόχῳ τελευτήσαντι,
ὅσον νῦν μητρὶ τῇ τούτου πένθος πρόκειται; οὐ μὴν
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.