previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ τῷ φθῆναι κατασχόντες, καὶ ξένους ὀνομάζουσι τοὺς δευτέρους ἐλθόντας, ἀγνοοῦντες ὅτι πάντες ὁμοίως εἰσὶ ξένοι, μᾶλλον δὲ αὐτοὶ ξένοι πρῶτοι, καὶ τοσοῦτον τῶν δημοποιήτων, οὓς αὐτοὶ ποιοῦνται, διαφέρουσιν, ὅσον οὐ κριθέντες ἄξιοι τῆς πολιτείας, ἀλλ᾽ εἰσβιασάμενοι προὐβάλοντο τὴν πατρίδα, ὥσπερ ὅπλων ἀπορίᾳ τῷ φανέντι χρησάμενοι: μόνοις δ᾽ ὑμῖν ὑπάρχει καθαρὰν εὐγένειάν τε καὶ πολιτείαν αὐχῆσαι. καὶ δυοῖν ὄντοιν ὀνομάτοιν ἑκάτερον κύριόν ἐστι τῇ χώρᾳ διὰ τὸ ἕτερον: εἰκότως. οἵ τε γὰρ ξένοι διὰ τοὺς ἄλλους πολίτας γνησίους ὄντας ἐνέχονται τῷ προσρήματι οἵ τε πολῖται βεβαιοῦσι τὴν ἐπωνυμίαν τῷ καθαροὶ ξένων εἶναι τὸ ἐξ ἀρχῆς: οὔκουν ἐξούλης γε μόνοις ὑμῖν, εἰ οἷόν τ᾽ ἐστὶν εἰπεῖν, οὐδ᾽ ἂν εἷς λάχοι τῆς γῆς, οὐ μᾶλλόν γε τῆς μητρός τινι. καὶ τοίνυν μόνοις τοῖς τῇδε γενομένοις δημοποιήτοις οὐκ ἔπεστι γέλως: ὄντες γὰρ ἅπαντες φύσει πολῖται τῆς χώρας νόμῳ τοῖς ἄλλοις τὴν τιμὴν ἀπενείματε: τῶν δ᾽ ἄλλων οἱ [p. 165]πλεῖστοι κινδυνεύουσι νόθοι νόθους εἰσποιεῖσθαι, χρόνῳ τὴν ἀρχαίαν φύσιν διαφθείραντες, ὥσπερ ἐν συνοικίᾳ τῇ πάσῃ γῇ ζῶντες, ἐκ περιόδων καλοῦντες οἰκείαν οἱ τελευταῖοι τῶν ἄλλων οἰκησάμενοι. καί μοι δοκεῖ τις ἂν εἰπεῖν παραιτησάμενος τὸν φθόνον ὅτι οἱ μὲν ἄλλοι τὰς πόλεις οἰκοῦσιν, ὥσπερ στρατόπεδα, οἷς κατέλαβον ἐμμείναντες, μόνοις δὲ τοῖς ταύτης ἐγγόνοις τῆς χώρας πόλις ἐστὶ κυρία καὶ μόνη πόλεων, κομιδῆ γε ἐν ὀλίγαις ἑστίαν ἀκίνητον πρυτανείου δικαίως νέμει.

πολλῶν δὲ ἐπιρρεόντων καὶ πάντων αὐτὸ ἕκαστον εἰπεῖν ἐπειγόντων αἱροῦμαι τὸ τῇ φύσει δεύτερον καὶ τὸ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: