ἔθος τοῖς πλέουσι καὶ ὁδοιποροῦσιν εὐχὰς ποιεῖσθαι καθ᾽
ὧν ἂν ἕκαστος ἐπινοῇ. ποιητὴς μὲν οὖν ἤδη τις εἶπε σκώψας εὔξασθαι κατὰ χρυσόκερω λιβανωτοῦ. ἡμεῖς δὲ, ὦ
ἄνδρες, παρὰ τὴν ὁδὸν τὴν ἐνταῦθα καὶ τὸν πλοῦν εὐχὴν ταύτην ἐποιησάμεθα, οὐκ ἄμουσον οὐδ᾽ ἐκμελῆ οὐδ᾽
ἄπο τῆς τέχνης, εἰ σωθείημεν, προσερεῖν ἐν τῷ μέσῳ τὴν
πόλιν. κατὰ ἰσομετρήτου μὲν οὖν εὔξασθαι τῇ πόλει λόγου
οὐκ ἐνῆν, ἀλλ᾽ ὡς ἀληθῶς εὐχῆς αὖ προσεδεῖτο ἑτέρας,
ἴσως μὲν οὖν καὶ μείζονος, δυνηθῆναι τοιοῦτον ἆραι
[p. 322]λόγον, ὅστις παρισώσεται τοσῷδε ὄγκῳ πόλεως: προσερεῖν γε
μὴν ὑπεσχόμεθα, ὅπως ἂν δυνώμεθα, ἐπειδή γε καὶ ἄλλοι
τὰ ἰσομέτρητα σφίσιν αὐτοῖς ἰσομέτρητα ποιοῦσιν αὖ καὶ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.