previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κάλλιστόν ἐστι τῶν ἐν γῇ πάντων. καὶ γὰρ οὐχ ὥσπερ ἄλλοι ἄλλοις τόποις θεοὶ ἐξ ἀρχῆς ἐγγενεῖς εἰσι, καίτοι καὶ τούτους τιμίους οἶμαι χρὴ δοκεῖν κατ᾽ αὐτὸ τὸ λαχεῖν αὐτοὺς τοὺς θεοὺς, ἀλλὰ τοῦτό γε μεῖζόν ἐστιν ὅτι ἀπ᾽ αὐτῆς τῆς Ἐπιδαύρου δεῦρο ὁρμηθεὶς θεὸς ἠράσθη δὴ μάλιστα, ὡς δῆλόν ἐστιν ὅτι ἑλόμενός τε αὐτὸ ἐγκατέμεινε τὸ λοιπὸν καὶ προκρίνας τῶν ἄλλων. δὲ θεὸς καὶ θεῶν πραότατός τε καὶ φιλανθρωπότατος προσέχειν ἔκρινε, πῶς ἡμῖν γε, καὶ ταῦτα τοῖς τούτου θεράπουσιν, ἄλλο τι λέγειν ἔνεστιν ὡς τοῦτ᾽ ἐστὶ τὸ βέλτιστον;

ἐν καλλίστῳ μὲν δὴ τῆς οἰκουμένης οὕτως ἔστιν εἰπεῖν. [p. 410] ἔτι δ᾽ αὐτοῦ τοῦ ἱεροῦ ὅσος ὑπαίθριος χῶρος καὶ βάσιμος ἐν τῷ καλλίστῳ ἐστί: μέσον γὰρ ἐν μέσῳ ἵδρυται. τὸ δὲ ὕδωρ εἰ μὲν βούλει, ἀπὸ πλατάνου ῥεῖ, ὥσπερ γὰρ ἄλλο τι σύμβολον καὶ τοῦτο παραπέφυκεν, εἰ δὲ βούλει, τὸ ἔτι κάλλιόν τε καὶ ἱερώτερον, ἀπ᾽ αὐτῶν τῶν βάθρων ἐκρεῖ, ἐφ᾽ ὧν νεὼς ἕστηκεν. ὥστε παντί γε ταύτην τὴν δόξαν καὶ πίστιν ὑπεῖναι, ὅτι ἀπὸ ὑγιεινοῦ καὶ ὑγιείας χορηγοῦ χωρίου φέρεται, ἀπό γε τοῦ ἱεροῦ καὶ τῶν ποδῶν τοῦ σωτῆρος ὁρμώμενον: οὐ γὰρ ἄν τι ἐξ ὑγιεινοτέρων καθαρωτέρων τόπων ὕδωρ ῥυείη τοῦτο ἐκ τούτων ῥέον. ἐν τοιούτῳ δὴ φαινόμενον καὶ ἀπὸ τοιούτων ὁρμώμενον, ὡς τὸ εἰκὸς ἔχει, κάλλιστόν ἐστι. πρῶτον μέν γε λεπτότατον ἐγγυτάτω ἀέρος, ἔπειτα τούτῳ ἕπεται, κουφότατόν τε καὶ πραότατον, τρίτον γλυκύτατόν τε καὶ ποτιμώτατον, αὐτόχυτον, πίνων οὐκ ἂν οἴνου προσδεηθείης. Ὅμηρος μὲν γὰρ ἔφη τὸν Τιταρήσιον ἐπιρρεῖν ἐπὶ τοῦ Πηνειοῦ, ὥσπερ ἄνδρα ἐπινηχόμενον ὑπὸ κουφότητος τοῦ ὕδατος: τὸ δέ μοι δοκεῖν εἰ ἐπιρρήξαις αὐτῷ ὕδωρ ἕτερον, ἀντάνεισιν εἰς τὸ ἄνω, τὸ δὲ δύεται ὥσπερ ὕφαλοι νεύοντες εἰς μυχὸν ἐκ τοῦ μετεώρου: εἰ μὴ [p. 411] καὶ τοῦτ᾽ ἔστιν εἰπεῖν ὅτι μοι δοκεῖ κἂν τὸ ἐπεγχυθὲν ὑψῶσαι τῇ ἑαυτοῦ κουφότητι. ὡς δὲ οὐ κομπάζομεν, σταθμῷ κρίνεται. καίτοι τί ἂν εἴποι τῆς Στυγὸς ἀπορρὼξ ὅταν ἀνθιστάμενος ῥέπῃ; πρόσεστι δὲ τούτῳ ὅτι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: