previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περσικῆς ἀρχῆς ἦν κατασχόντων, πολλὰ μὲν τῶν ἐν τοῖς Ἕλλησιν ἱερῶν ἐμπίμπραται, καὶ πρός γε κορυφὴ τῆς Ἑλλάδος τῶν Ἀθηναίων πόλις: τῇ δ᾽ Ἐλευσῖνι τοσοῦτον περιῆν, ὥστ᾽ οὐκ ἀπόρθητος μόνον ὡς εἰπεῖν διεγένετο, ἀλλὰ καὶ συνιούσης τῆς ναυμαχίας ἐξεφοίτα μὲν Ἴακχος συνναυμαχήσων, νέφος δὲ ὁρμηθὲν ἀπ᾽ Ἐλευσῖνος [p. 419] καὶ ὑψωθὲν ὑπὲρ τῶν νεῶν ἐγκατέσκηψεν εἰς τὰς τῶν βαρβάρων ναῦς ἅμα τῷ μέλει τῷ μυστικῷ. Ξέρξης δ᾽ ἐκπλαγεὶς ἔφευγε, καὶ τὰ Μήδων πράγματ᾽ ἀπώλλυτο. πολέμου δὲ συμβάντος τοῖς Ἕλλησι πρὸς ἀλλήλους πολλοῦ καὶ πάντων ἄνω καὶ κάτω γενομένων, μόνη δὴ τρόπον γέ τινα Ἐλευσὶς ἠρέμει: καὶ οὔτε Βοιωτῶν ἵππος οὔτε Λακεδαιμονίων καὶ Πελοποννησίων εἰσβολαὶ οὐ τοῦ περιβόλου προσήψαντο, οὐ τὸν νεὼν εἶδον ἑτέροις προσῆκεν ὀφθαλμοῖς. Σφοδρίου τοίνυν ὕστερον ὁρμηθέντος ἐκ Θηβῶν ἤρκεσαν αἱ δᾷδες φανεῖσαι κατασβέσαι τὴν τόλμαν. σπονδαὶ τοίνυν αἱ μὲν ἄλλαι παρηνομήθησαν, καὶ τοῦτο μὲν Πυθίων ὄντων Καδμεία κατελήφθη, τοῦτο δ᾽ εἰς Ἴσθμια τὴν αὐτὴν θεωρίαν ἦγον μὲν Ἀργεῖοι, ἦγον δὲ Κορίνθιοι, τοῖς ὅπλοις οἱ ἕτεροι τοὺς ἑτέρους κρατήσαντες. τὴν δ᾽ ἐπ᾽ Ἀλφειῷ μάχην σιωπῶ, πλὴν ὅσα καὶ [p. 420] ταύτῃ σύμβολον οὐ φαῦλον ἐπέστη παρὰ τοῦ Διὸς, τῶν ἀποστερουμένων τόλμα καὶ νίκη. μόναι δ᾽ αἱ μυστηριώτιδες σπονδαὶ τοὔνομα ἔσωσαν καὶ μόνοις Ἐλευσινίοις ὑγίαινεν Ἑλλάς. καὶ σαφέστατα δὴ πανήγυρις αὕτη καθάρσιον ἦν καὶ μανιῶν καὶ πάσης ἀτόπου συμφορᾶς. καὶ τί δεῖ καθ᾽ ἕκαστα ἐπεξιέναι; ἀλλὰ Φίλιπποι καὶ Ἀλέξανδροι καὶ Ἀντίπατροι καὶ πᾶς τῶν κάτω δυναστῶν οὗτος κατάλογος, μυρία δὴ τῶν ἐν τοῖς Ἕλλησι κινήσαντες, μόνην τὴν Ἐλευσῖνα ὡς ἀληθῶς ἄβατόν τι καὶ κρεῖττον ἑαυτῶν ἡγήσαντο. καὶ σιωπῶ Κελτοὺς τοὺς τὰ τελευταῖα ἐπεισκωμάσαντας τῇ Ἑλλάδι, καὶ ὅσα τις τοιαῦτα προσθείη, ἐν ἅπασιν ἀθῶον τὸ ἱερὸν διέφυγε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: