previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἑκάστῃ τῇ ἐπιούσῃ πράξαντες ἂν πάλιν τὰ εἰωθότα οὕτω τροφὴν ᾑρούμεθα ὅσην δὴ, καὶ ὅτε γε ἐπὶ τῷ ἐμέτῳ ἀσιτία ἐγκατέλαβε, τοῦτο ἦν τὸ παραμυθησάμενον, περὶ ταῦτα ἀσχολία τε καὶ διατριβή: ὥσθ᾽ ὅταν ἐνθυμηθῶ τοῦ ἐκ τοῦ συμποσίου Σωκράτους ἐν Λυκείῳ διημερεύοντος, μηδὲν ἐλάττω μοι προσήκειν οἴεσθαι τῆς περὶ ταῦτα καρτερίας τε καὶ δυνάμεως χάριν εἰδέναι τῷ θεῷ.

τοσαῦτα μὲν τὰ παρὰ τοῦ ἤτρου. ὅμοιον δὲ τῷ περὶ τὸ ἦτρον συνέβη καὶ τὸ τοῦ φύματος πολλοῖς ἔτεσι πρότερον. μὲν γὰρ θεὸς προὔλεγεν ἐκ πολλοῦ δεῖν ὕδερον φυλάττεσθαι, καὶ ἄλλα τε ἔδωκεν ἀλεξιφάρμακα καὶ ὑποδήματα Αἰγύπτια, οἷσπερ οἱ ἱερεῖς χρῆσθαι νομίζουσι. καὶ δὴ καὶ ἔδοξεν αὐτῷ τὸ ῥεῦμα ἀπάγειν κάτω. καὶ [p. 461]γίγνεται φῦμα ἀπ᾽ ἀρχῆς οὐδεμιᾶς φανερᾶς τὸ μὲν πρῶτον οἷον ἄν τῳ καὶ ἄλλῳ γένοιτο, ἔπειτα προῆλθεν εἰς ὄγκον ἐξαίσιον, καὶ τε βουβὼν μεστὸς ἦν καὶ πάντα ἐξῴδει, καὶ ὀδύναι παρηκολούθουν δειναὶ καὶ πυρετὸς ἔστιν ἃς ἡμέρας. ἐνταῦθα οἱ μὲν ἰατροὶ πάσας φωνὰς ἠφίεσαν, οἱ μὲν τέμνειν, οἱ δὲ ἐπικάειν φαρμάκοις, πάντως δεῖν ὑπόπυον γενόμενον διαφθαρῆναι. δὲ θεὸς τὴν ἐναντίαν ἐτίθετο, ἀντέχειν καὶ τρέφειν τὸν ὄγκον: καὶ δηλαδὴ οὐχ αἵρεσις ἦν τῶν ἰατρῶν ἀκούειν, τοῦ θεοῦ. δὲ ὄγκος ἔτι ἐπὶ μᾶλλον ᾔρετο καὶ ἦν ἀπορία πολλή. τῶν δὲ φίλων οἱ μὲν ἐθαύμαζον τὴν καρτερίαν, οἱ δὲ ἐνεκάλουν ὡς λίαν ἅπαντα ἐπὶ τοῖς ὀνείρασι ποιουμένῳ, τινὲς δὲ καὶ ὡς ἄτολμον ἐπῃτιῶντο, ἐπειδὴ οὐ παρεῖχον τέμνειν οὐδ᾽ αὖ φαρμάκων ἠνειχόμην. δ᾽ αὖ θεὸς διὰ τέλους ἀντεῖχε, κελεύων φέρειν τὸ παρόν: πάντως γὰρ αὐτὸ ὑπὲρ σωτηρίας εἶναι, εἶναι γὰρ τοῦ ῥύματος τούτου τὰς πηγὰς ἄνω, τοὺς δὲ κηπουροὺς τούτους οὐκ εἰδέναι τοὺς ὀχετοὺς χρὴ τρέπειν. συνέβαινε δὴ θαυμαστά. ἐγένοντο γὰρ μῆνες τέτταρες μάλιστα τῆς διατριβῆς ταύτης. ἐν δὲ τούτοις κεφαλὴ μὲν οὕτω κούφη καὶ τὰ ἄνω τῆς κοιλίας, ὡς ἂν μάλιστά τις εὔξαιτο: ἔτι δὲ οἷον πανήγυρις ἦν κατὰ τὴν οἰκίαν. οἱ γὰρ φίλοι τὰ πρῶτα τῶν τότε Ἑλλήνων ὄντες ἀπήντων ἀεὶ καὶ συνῆσάν μοι κατὰ τοὺς λόγους αὐτόθεν ἐκ κλίνης τοὺς ἀγῶνας ποιουμένῳ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: