previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀδωροδοκήτου, ὡς πρότερον τὰ ῥεῖθρα τῶν ποταμῶν ἄν τινα στῆσαι 'κεῖνον πρίασθαι, οὕτω δ᾽ αὖ δεινοῦ περὶ πράγματα καὶ πάντων ἥκιστα ἂν ἐξαπατηθέντος; ἔοικεν ὑπόσχεσις ἄρνησις εἶναι, ἐπεῖναι γὰρ τὸ ἀδύνατον. ταῦτα ἠπόρουν: κἀν τούτῳ ἐκάλει θεὸς πάλιν εἰς Πέργαμον, καὶ ἐτύγχανε Ῥουφῖνος ἐπιδημῶν, ἔμελε δ᾽ αὐτῷ τοῦ τιμᾶν ἡμᾶς εἰς ὅσον οἷός τ᾽ ἦν. συντυχὼν δ᾽ αὐτῷ διηγοῦμαι τὰ πεπραγμένα καὶ βοηθεῖν ἠξίουν. πάντως δὲ καὶ αὐτὸν Σεβῆρον ὡμολογηκέναι κυρίαν εἶναί μοι τὴν ἀτέλειαν: τοῦτο δ᾽ οὐκ ἐξαρκεῖν γεγράφθαι: καὶ γὰρ ἄλλῳ παντὶ τῶν ἡγεμόνων ὑπάρξειν ἄλλο τι προστάττειν ἐμοὶ μετὰ τοῦ αὐτοῦ τούτου παραγράμματος, καὶ οὕτω λυθήσεσθαι τὴν ἀτέλειαν διὰ προσθήκης τοῦ μένειν. δεῖσθαι δὲ οὐ τῆς τοῦ ῥήματος εὐπρεπείας, ἀλλὰ τοῦ πράγματος, τὸ γὰρ σῶμα οὕτως ἔχειν μοι. ἔδοξα δίκαια λέγειν τῷ Ῥουφίνῳ καί μοι δίδωσι πρὸς αὐτὸν ἐπιστολὴν τῇ αὑτοῦ φωνῇ γράψας ὡς δυνατὸν προθυμότατα, ἐν τά τε ἄλλα ἐπεξῄει, τὰ μὲν ὡς συνιστὰς, τὰ δ᾽ ὡς συμβουλεύων, καὶ περὶ μὲν τοῦ μέλλοντος ᾐνίττετο ὁποῖόν τι ἔσοιτο, εἰ μή με ἑκὼν ἀφίοι. [p. 527]

ἵνα δ᾽ ἐκπεράνω, γιγνόμεθα ἐν τῇ Σμύρνῃ Διονυσίοις, καὶ παρῆν Σεβῆρος κατὰ τὴν ἑορτήν: ἦν οὖν τις τῶν καλουμένων πρεσβευτῶν τά τε ἄλλα θαυμαστὸς ὡς ἐπιτηδείως ἔχων αὐτῷ, καὶ σχεδὸν ὡσπερεὶ γραμματεὺς αὐτοῦ: πάντων γὰρ ὅσα ἐν γράμμασι κύριος αὐτὸς ἦν. καὶ δὴ καὶ τότε τὴν ἐπιστολὴν τούτῳ δείκνυμεν, ἐντυχόντες πρώτῳ: καὶ γὰρ ἦν ἐπὶ τῆς διοικήσεως τῆς περὶ Σμύρναν. καὶ μὴν ὅσα γε ἀπὸ στόματος εἰπεῖν ἔδει, πάντα διῆλθον πρὸς αὐτὸν, ἵνα εἰδὼς ἀκριβῶς φράζοι πρὸς τὸν ἡγεμόνα. καὶ ὡς ἑώρων τούς τε λόγους δεχόμενον καὶ πρὸς τὰ δίκαια καμπτόμενον, ἐνθύμιον ποιοῦμαι τὴν τοῦ ἐνυπνίου φωνὴν, ὡς γραμματεὺς ὑπισχνεῖτό μοι συμπράξειν. καὶ τό τε ὄναρ αὐτὸ διηγοῦμαι πρὸς αὐτὸν καὶ ἠξίουν ὑπακοῦσαι τῷ θεῷ, φάσκων τοῦτον ἐκεῖνον εἶναι τὸν ὑπισχνούμενον, αὐτὸν δὴ λέγων. ἥσθη τοῖς λόγοις, προσῆγεν ἡμᾶς τῷ ἡγεμόνι, ἀπεδίδου τὰ γράμματα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: