previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ τοῦ καιροῦ γίγνεται, καὶ τὸ λαβεῖν Σικελίαν, ἐὰν ἐξῇ, καὶ τὸ αὐτούς γε εἶναι σῶς, ἐὰν ἄρα ἐκεῖνο μόνον μὴ συμβῇ. καὶ γὰρ εἰ μὲν ῥᾴδιον τἀνταῦθα καταστήσασθαι, χρησαμένους ἁπάσῃ τῇ δυνάμει, ῥᾴδιον πλεῖν ἐξ [p. 588] ὑπαρχῆς ἐπ᾽ ἐκεῖνα: εἰ δέ ἐστι μείζων πραγματεία, τί τοῖς ἐνταῦθα οὐκ ἔχοντες ἱκανῶς ἀνταρκεῖν ὑπερορίους ταραχὰς ἡμῖν αὐτοῖς ἐξευρίσκομεν; ὑπερβολὴν δὲ ποιήσομαι: εἰ γὰρ ἴσα καὶ κοινὰ θείημεν εἶναι τἀν τῇ Σικελίᾳ πράγματα, πολλῷ πλεονεκτεῖν ἡμᾶς ἔγωγ᾽ ἂν φαίην εἶναι, εἴπερ οὕτως εἶχεν, ἐκεῖνό γε δή που πάντες ἐπιστάμεθα, ὅτι οὐ τοσοῦτον κέρδος λαβεῖν Σικελίαν εἰ προχωροῖ, ὁπόσον τι κακὸν τοσαύτῃ δυνάμει σφαλῆναι. ὅτε τοίνυν μείζων φόβος τῆς ἐλπίδος, πῶς οὐκ ἄξιον φυλάξασθαι;

θαυμάζω δὲ τῶν φοβουμένων μὲν Συρακοσίους μὴ δεῦρ᾽ ἐπιπλεύσωσιν, αὐτοὺς δ᾽ ἐπ᾽ ἐκείνους πλεῖν κελευόντων, ὥσπερ ἄδειαν οὖσαν. ἐγὼ δ᾽ ἡγοῦμαι μὲν Συρακοσίους οὐχ οὕτω παραφρονεῖν ὥστ᾽ ἀγαπητῶς καὶ παρὰ δόξαν ἀπαλλαγέντας πραγμάτων αὑτοῖς κινεῖν ἕτερα, ἄλλως τε καὶ παρ᾽ ἡμῶν αὐτῶν ἐγνωκότας ὡς οὐ λυσιτελὲς τοσαύτην ἀπὸ τῆς οἰκείας ῥᾳδίως κινεῖσθαι, εὐξαίμην δ᾽ ἂν ἅπασι τοῖς θεοῖς ἐνταυθοῖ λαβεῖν αὐτούς. ἅμα μὲν γὰρ οὐ πρὸς ἴσας ναῦς προσοισόμεθ᾽ αὐτῶν, ὅσας περ ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἐκεῖ παρέξονται, ἅμα δ᾽ οἶμαι τὸν νόμον εἴσονται τῶν ὑπερορίων καὶ μεγάλων στρατειῶν: περιέπεσε μὲν Περσῶν βασιλεὺς δεῦρο στρατεύσας, περιέπεσον δὲ Καρχηδόνιοι διαβάντες εἰς Σικελίαν μυριάσι πολλαῖς καὶ πεζῆς καὶ ναυτικῆς δυνάμεως. οὐ γὰρ ὁμοίως τά τε οἰκεῖα φυλάττειν δυνατὸν καὶ τοὺς μακρὰν ἀφεστῶτας χειροῦσθαι, ἀλλ᾽ ἀκολουθεῖ τις νέμεσις τῷ τολμήματι. καὶ Λακεδαιμόνιοι γιγνώσκοντες οὐδὲν οὕτως ὡς τὰς διὰ πολλοῦ στρατείας φυλάττονται. καὶ γάρ τοι τῶν Ἑλλήνων οὐκ ἐλάχιστον δύνανται τὰς κατὰ μικρὸν [p. 589] πλεονεξίας συλλέγοντες. εἰ δὲ δεῖ πάντων ἀποστάντα ἓν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: